Textus Originalis
I 12. 13. 14. 23
τούτῳ τῷ τρόπῳ διατηροῦντα τὸ πῦρ προκαλεῖσϑαι τοὺς ἄλλους ἀνϑρώπους πρὸς τὴν ἐξ αὐτοῦ γινομένην εὐχρηστίαν. μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μέν τινας τῶν μυϑολόγων Ὄσιριν καὶ Ἶσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν, οὓς δι᾽ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου. ἐκ δὲ τούτων γενέσϑαι πέντε ϑεούς, καϑ᾽ ἑκάστην τῶν ἐπαγομένων παρ᾽ Αἰγυπτίοις πένϑ᾽ ἡμερῶν ἑνὸς γεννηϑέντος: ὀνόματα δὲ ὑπάρξαι τοῖς τεκνωϑεῖσιν Ὄσιριν καὶ Ἶσιν, ἔτι δὲ Τυφῶνα καὶ Ἀπόλλωνα καὶ Ἀφροδίτην: καὶ τὸν μὲν Ὄσιριν μεϑερμηνευόμενον εἶναι Διόνυσον, τὴν δὲ Ἶσιν ἔγγιστά πως Δήμητραν. ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ βίου. Πρῶτον μὲν γὰρ παῦσαι τῆς ἀλληλοφαγίας τὸ τῶν ἀνϑρώπων γένος, εὑρούσης μὲν Ἴσιδος τόν τε τοῦ πυροῦ καὶ τῆς κριϑῆς καρπόν, φυόμενον μὲν ὡς ἔτυχε κατὰ τὴν χώραν μετὰ τῆς ἄλλης βοτάνης, ἀγνοούμενον δὲ ὑπὸ τῶν ἀνϑρώπων, τοῦ δὲ Ὀσίριδος ἐπινοησαμένου καὶ τὴν τούτων κατεργασίαν τῶν καρπῶν, ἡδέως μεταϑέσϑαι πάντας τὴν τροφὴν διά τε τὴν ἡδονὴν τῆς φύσεως τῶν εὑρεϑέντων καὶ διὰ τὸ φαίνεσϑαι συμφέρον ὑπάρχειν ἀπέχεσϑαι τῆς κατ᾽ ἀλλήλων ὠμότητος. μαρτύριον δὲ φέρουσι τῆς εὑρέσεως τῶν εἰρημένων καρπῶν τὸ τηρούμενον παρ᾽ αὐτοῖς ἐξ ἀρχαίων νόμιμον: ἔτι 1 προσκαλεῖσϑαι codices, corr. Dind. 3 ἄρξαι om. D 22 ἐπινοήσαντος Reiske καὶ om. II 23 ἡδέως] δὲ add. II.