Textus Originalis

II 30. 31. 221

II 30. 31. 221

ἴδιον κύκλον ἐν ἐνιαυτῷ τελοῦντος, τῆς δὲ σελήνης ἐν μηνὶ τὴν ἰδίαν περίοδον διαπορευομένης. τῶν δὲ πλανήτων ἴδιον ἕκαστον ἔχειν δρόμον καὶ διηλλαγμένως καὶ ποικίλως χρῆσϑαι τοῖς τάχεσι καὶ τῇ τῶν χρόνων διαιρέσει. πλεῖστα δὲ πρὸς τὰς γενέσεις τῶν ἀνϑρώπων συμβάλλεσϑαι τούτους τοὺς ἀστέρας ἀγαϑά τε καὶ κακά: διὰ δὲ τῆς τούτων φύσεώς τε καὶ ϑεωρίας μάλιστα γινώσκειν τὰ συμβαίνοντα τοῖς ἀνϑρώποις. πεποιῆσϑαι δέ φασι προρρήσεις ἄλλοις τε βασιλεῦσιν οὐκ ὀλίγοις καὶ τῷ καταπολεμήσαντι Δαρεῖον Ἀλεξάνδρῳ καὶ τοῖς μετὰ ταῦτα βασιλεύσασιν Ἀντιγόνῳ τε καὶ Σελεύκῳ τῷ Νικάτορι, ἐν ἅπασι δὲ τοῖς ῥηϑεῖσιν εὐστοχηκέναι δοκοῦσιν: ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν οἰκειοτέροις ἀναγράψομεν καιροῖς. προλέγουσι δὲ καὶ τοῖς ἰδιώταις τὰ μέλλοντα συμβαίνειν οὕτως εὐστόχως ὥστε τοὺς πειραϑέντας ϑαυμάζειν τὸ γινόμενον καὶ μεῖζον ἢ κατ᾽ ἄνϑρωπον ἡγεῖσϑαι. μετὰ δὲ τὸν ζῳδιακὸν κύκλον εἴκοσι καὶ τέτταρας ἀφορίζουσιν ἀστέρας, ὧν τοὺς μὲν ἡμίσεις ἐν τοῖς βορείοις μέρεσι, τοὺς δ᾽ ἡμίσεις ἐν τοῖς νοτίοις τετάχϑαι φασί, καὶ τούτων τοὺς μὲν ὁρωμένους τῶν ζώντων εἶναι καταριϑμοῦσι, τοὺς δ᾽ ἀφανεῖς τοῖς τετελευτηκόσι προσωρίσϑαι νομίζουσιν, οὓς δικαστὰς τῶν ὅλων προσαγορεύουσιν. ὑπὸ πάντα δὲ τὰ προειρημένα τὴν σελήνην φέρεσϑαι λέγουσιν, ἔγγιστα μὲν τῆς γῆς 1 ἐν om. D 2 ἐν] ἓν vulg. περίοδον] πορείαν II 3 ἕκαστον ἴδιον vulg. 13 Νικάνορι CF 14 ἡμεῖς om. vulg. 19 καὶ om. II 24 προσωρίσϑαι] ἠϑροῖσϑαι CF 26 λέγουσι φέρεσϑαι vulg.