Textus Originalis

230 DIODORI SICULI

230 DIODORI SICULI

ποῖς οἱ κατὰ τὴν Ἰνδικὴν ἐπιτυγχάνουσι, πάντων δέ, τελεσφορουμένων ϑατέρου τῶν καρπῶν, οὐκ ἀποτυγχάνουσιν. οἵ τε αὐτοματίζοντες καρποὶ καὶ αἱ κατὰ τοὺς ἑλώδεις τόπους φυόμεναι ῥίζαι διάφοροι ταῖς γλυκύτησιν οὖσαι πολλὴν παρέχονται τοῖς ἀνϑρώποις δαψίλειαν. πάντα γὰρ σχεδὸν τὰ κατὰ τὴν χώραν πεδία γλυκεῖαν ἔχει τὴν ἀπὸ τῶν ποταμῶν ἰκμάδα καὶ τὴν ἀπὸ τῶν ὄμβρων τῶν ἐν τῷ ϑέρει [γινομένων] κατ᾽ ἐνιαυτὸν κυκλικῇ τινι περιόδῳ παραδόξως εἰωϑότων γίνεσϑαι δαψίλειαν, χλιαρῶν πιπτόντων ὑδάτων ἐκ τοῦ περιέχοντος ἀέρος, καὶ τὰς ἐν τοῖς ἕλεσι ῥίζας ἕψοντος τοῦ καύματος, καὶ μάλιστα τῶν μεγάλων καλάμων. συμβάλλονται δὲ παρὰ τοῖς Ἰνδοῖς καὶ τὰ νόμιμα πρὸς τὸ μηδέποτε ἔνδειαν τροφῆς παρ᾽ αὐτοῖς εἶναι: παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἀνϑρώποις οἱ πολέμιοι καταφϑείροντες τὴν χώραν ἀγεώργητον κατασκευάζουσι, παρὰ δὲ τούτοις τῶν γεωργῶν ἱερῶν καὶ ἀσύλων ἐωμένων, οἱ πλησίον τῶν παρατάξεων γεωργοῦντες ἀνεπαίσϑητοι τῶν κινδύνων εἰσίν. ἀμφότεροι γὰρ οἱ πολεμοῦντες ἀλλήλους μὲν ἀποκτείνουσιν ἐν ταῖς μάχαις, τοὺς δὲ περὶ τὴν γεωργίαν ὄντας ἐῶσιν ἀβλαβεῖς, ὡς κοινοὺς ὄντας ἁπάντων εὐεργέτας, τάς τε χώρας τῶν ἀντιπολεμούντων οὔτ᾽ ἐμπυρίζουσιν οὔτε δενδροτομοῦσιν. Ἔχει δὲ καὶ ποταμοὺς ἡ χώρα τῶν Ἰνδῶν πολ- 1 πάντως Dind. 2 δὲ] γε f. τελεσφορουμένου Dind. 9 γινομένων del. Reiske; equidem malim cum Wess. delere κατ᾽ ἐνιαυτὸν — γίνεσϑαι 10 δαψιλεία D, δαψίλειαν χλιαρῶν ... ἀέρος om. II 12 ἐχόντων D 13 καὶ om. D 15 ἔνδειαν τροφῆς π. α. εἶναι] λιμὸν γενέσϑαι π. α. II 19 ϑεωμένων C.