Textus Originalis
24 DIODORI SICULI
γὰρ καὶ νῦν κατὰ τὸν ϑερισμὸν τοὺς πρώτους ἀμηϑέντας στάχυς ϑέντας τοὺς ἀνϑρώπους κόπτεσϑαι πλησίον τοῦ δράγματος καὶ τὴν Ἶσιν ἀνακαλεῖσϑαι, καὶ τοῦτο πράττειν τιμὴν ἀπονέμοντας τῇ ϑεῷ τῶν εὑρημένων κατὰ τὸν ἐξ ἀρχῆς τῆς εὑρέσεως καιρόν. παρ᾽ ἐνίαις δὲ τῶν πόλεων καὶ τοῖς Ἰσείοις ἐν τῇ πομπῇ μετὰ τῶν ἄλλων φέρεσϑαι καὶ πυϑμένας πυρῶν καὶ κριϑῶν, ἀπομνημόνευμα τῶν ἐξ ἀρχῆς τῇ ϑεῷ φιλοτέχνως εὑρεϑέντων. ϑεῖναι δέ φασι καὶ νόμους τὴν Ἶσιν, καϑ᾽ οὓς ἀλλήλοις διδόναι τοὺς ἀνϑρώπους τὸ δίκαιον καὶ τῆς ἀϑέσμου βίας καὶ ὕβρεως παύσασϑαι διὰ τὸν ἀπὸ τῆς τιμωρίας φόβον: διὸ καὶ τοὺς παλαιοὺς Ἕλληνας τὴν Δήμητραν ϑεσμοφόρον ὀνομάζειν, ὡς τῶν νόμων πρῶτον ὑπὸ ταύτης τεϑειμένων. Κτίσαι δέ φασι τοὺς περὶ τὸν Ὄσιριν πόλιν ἐν τῇ Θηβαΐδι τῇ κατ᾽ Αἴγυπτον ἑκατόμπυλον, ἣν ἐκείνους μὲν ἐπώνυμον ποιῆσαι τῆς μητρός, τοὺς δὲ μεταγενεστέρους αὐτὴν ὀνομάζειν Διὸς πόλιν, ἐνίους δὲ Θήβας. ἀμφισβητεῖται δ᾽ ἡ κτίσις τῆς πόλεως ταύτης οὐ μόνον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρ᾽ αὐτοῖς τοῖς κατ᾽ Αἴγυπτον ἱερεῦσι: πολλοὶ γὰρ ἱστοροῦσιν οὐχ ὑπὸ τῶν περὶ τὸν Ὄσιριν κτισϑῆναι τὰς Θήβας, ἀλλὰ πολλοῖς ὕστερον ἔτεσιν ὑπό τινος βασιλέως, περὶ οὗ τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. ἱδρύσασϑαι δὲ καὶ ἱερὸν τῶν γονέων Διός τε καὶ Ἥρας ἀξιό- 4 ἀπονέμοντας τιμὴν CF 6 ἐν om. D 8 ἀπομνημονεύματα CF 21 παρὰ om. D 22 παρ᾽ αὐτοῖς τοῖς] παρὰ τοῖς C, om. F.