Textus Originalis

II 36. 37. 231

II 36. 37. 231

λοὺς καὶ μεγάλους πλωτούς, οἳ τὰς πηγὰς ἔχοντες ἐν τοῖς ὄρεσι τοῖς πρὸς τὰς ἄρκτους κεκλιμένοις φέρονται διὰ τῆς πεδιάδος, ὧν οὐκ ὀλίγοι συμμί- γοντες ἀλλήλοις ἐμβάλλουσιν εἰς ποταμὸν τὸν ὀνομαζόμενον Γάγγην. οὗτος δὲ τὸ πλάτος γινόμενος σταδίων τριάκοντα φέρεται μὲν ἀπὸ τῆς ἄρκτου πρὸς μεσημβρίαν, ἐξερεύγεται δ᾽ εἰς τὸν ὠκεανόν, ἀπολαμβάνων εἰς τὸ πρὸς ἕω μέρος τὸ ἔϑνος τὸ τῶν Γανδαριδῶν, πλείστους ἔχον καὶ μεγίστους ἐλέφαντας. διὸ καὶ τῆς χώρας ταύτης οὐδεὶς πώποτε βασιλεὺς ἔπηλυς ἐκράτησε, πάντων τῶν ἀλλοεϑνῶν φοβουμένων τό τε πλῆϑος καὶ τὴν ἀλκὴν τῶν ϑηρίων. καὶ γὰρ Ἀλέξανδρος ὁ Μακεδὼν ἁπάσης τῆς Ἀσίας κρατήσας μόνους τοὺς Γανδαρίδας οὐκ ἐπολέμησε: καταντήσας γὰρ ἐπὶ τὸν Γάγγην ποταμὸν μετὰ πάσης τῆς δυνάμεως, καὶ τοὺς ἄλλους Ἰνδοὺς καταπολεμήσας, ὡς ἐπύϑετο τοὺς Γανδαρίδας ἔχειν τετρακισχιλίους ἐλέφαντας πολεμικῶς κεκοσμημένους, ἀπέγνω τὴν ἐπ᾽ αὐτοὺς στρατείαν. ὁ δὲ παραπλήσιος τῷ Γάγγῃ ποταμός, προσαγορευόμενος δὲ Ἰνδός, ἄρχεται μὲν ὁμοίως ἀπὸ τῶν ἄρκτων, ἐμβάλλων δὲ εἰς τὸν ὠκεανὸν ἀφορίζει τὴν Ἰνδικήν: πολλὴν δὲ διεξιὼν πεδιάδα χώραν δέχεται ποταμοὺς οὐκ ὀλίγους πλωτούς, ἐπιφανεστάτους δ᾽ Ὕπανιν καὶ Ὑδάσπην καὶ Ἀκεσῖνον. χωρὶς δὲ τούτων ἄλλο πλῆϑος ποταμῶν παντοδαπῶν διαρρεῖ καὶ ποιεῖ 4 εἰς] εἰς τὸν D 5 γενόμενος vulg. 9 Γαδαρίδων D, Γανδαρικῶν CF 12 τε om. vulg. 14 οὐ II Γαδάριδας D, Γανδαρικοὺς CF 20 ποταμῷ II 22 ὠκεανὸν] ἰνδὸν D 25 ὑδάσπιν D ἀκαίσεινον D.