Textus Originalis
232 DIODORI SICULI
κατάφυτον πολλοῖς κηπεύμασι καὶ καρποῖς παντοδαποῖς τὴν χώραν. τοῦ δὲ κατὰ τοὺς ποταμοὺς πλήϑους καὶ τῆς τῶν ὑδάτων ὑπερβολῆς αἰτίαν φέρουσιν οἱ παρ᾽ αὐτοῖς φιλόσοφοι καὶ φυσικοὶ τοιαύτην: τῆς Ἰνδικῆς φασι τὰς περικειμένας χώρας, τήν τε Σκυϑῶν καὶ Βακτριανῶν, ἔτι δὲ καὶ τῶν Ἀριανῶν, ὑψηλοτέρας εἶναι τῆς Ἰνδικῆς, ὥστ᾽ εὐλόγως εἰς τὴν ὑποκειμένην χώραν πανταχόϑεν συρρεούσας τὰς λιβάδας ἐκ τοῦ κατ᾽ ὀλίγον ποιεῖν τοὺς τόπους καϑύγρους καὶ γεννᾶν ποταμῶν πλῆϑος. τὸ ἴδιον δέ τι συμβαίνει περί τινα τῶν κατὰ τὴν Ἰνδικὴν ποταμῶν τὸν ὀνομαζόμενον Σίλλαν, ῥέοντα δ᾽ ἔκ τινος ὁμωνύμου κρήνης: ἐπὶ γὰρ τούτου μόνου τῶν ἁπάντων ποταμῶν οὐδὲν τῶν ἐμβαλλομένων εἰς αὐτὸν ἐπιπλεῖ, πάντα δ᾽ εἰς τὸν βυϑὸν καταδύεται παραδόξως. Τὴν δ᾽ ὅλην Ἰνδικὴν οὖσαν ὑπερμεγέϑη λέγεται κατοικεῖν ἔϑνη πολλὰ καὶ παντοδαπά, καὶ τούτων μηδὲν ἔχειν τὴν ἐξ ἀρχῆς γένεσιν ἔπηλυν, ἀλλὰ πάντα δοκεῖν ὑπάρχειν αὐτόχϑονα, πρὸς δὲ τούτοις μήτε ξενικὴν ἀποικίαν προσδέχεσϑαι πώποτε μήτ᾽ εἰς ἀλλοεϑνεῖς ἀπεσταλκέναι. μυϑολογοῦσι δὲ τοὺς ἀρχαιοτάτους ἀνϑρώπους τροφαῖς μὲν κεχρῆσϑαι τοῖς αὐτομάτως φυομένοις ἐκ τῆς γῆς καρποῖς, ἐσϑῆσι δὲ ταῖς δοραῖς τῶν ἐγχωρίων ζῴων, καϑάπερ καὶ παρ᾽ Ἕλλησιν. ὁμοίως δὲ καὶ τῶν τεχνῶν τὰς εὑρέσεις καὶ τῶν ἄλλων τῶν πρὸς βίον χρησίμων 1 κατάρρυτον codices, corr. Dind. 7 ἀριαίων D — 12 ὀνομαζόμενον] μὲν add. Hertlein 22 ἀλλοεϑνεῖς Dindorf, ἄλλο ἔϑνος libri (c. 39, 4).