Textus Originalis

II 37. 38. 233

II 37. 38. 233

ἐκ τοῦ κατ᾽ ὀλίγον γενέσϑαι, τῆς χρείας αὐτῆς ὑφηγουμένης εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν. μυϑολογοῦσι δὲ παρὰ τοῖς Ἰνδοῖς οἱ λογιώτατοι, περὶ οὗ καϑῆκον ἂν εἴη συντόμως διελϑεῖν. φασὶ γὰρ ἐν τοῖς ἀρχαιοτάτοις χρόνοις, παρ᾽ αὐτοῖς ἔτι τῶν ἀνϑρώπων κωμηδὸν οἰκούντων, παραγενέσϑαι τὸν Διόνυσον ἐκ τῶν πρὸς ἑσπέραν τόπων ἔχοντα δύναμιν ἀξιόλογον: ἐπελϑεῖν δὲ τὴν Ἰνδικὴν ἅπασαν, μηδεμιᾶς οὔσης ἀξιολόγου πόλεως [τῆς] δυναμένης ἀντιτάξασϑαι. ἐπιγενομένων δὲ καυμάτων μεγάλων, καὶ τῶν τοῦ Διονύσου στρατιωτῶν λοιμικῇ νόσῳ διαφϑειρομένων, συνέσει διαφέροντα τὸν ἡγεμόνα τοῦτον ἀπαγαγεῖν τὸ στρατόπεδον ἐκ τῶν πεδινῶν τόπων εἰς τὴν ὀρεινήν: ἐν ταύτῃ δὲ πνεόντων ψυχρῶν ἀνέμων καὶ τῶν ναματιαίων ὑδάτων καϑαρῶν ῥεόντων πρὸς αὐταῖς ταῖς πηγαῖς, ἀπαλλαγῆναι τῆς νόσου τὸ στρατόπεδον. ὀνομάζεσϑαι δὲ τῆς ὀρεινῆς τὸν τόπον τοῦτον Μηρόν, καϑ᾽ ὃν ὁ Διόνυσος ἐξέτρεψε τὰς δυνάμεις ἐκ τῆς νόσου: ἀφ᾽ οὗ δὴ καὶ τοὺς Ἕλληνας περὶ τοῦ ϑεοῦ τούτου παραδεδωκέναι τοῖς μεταγενεστέροις τεϑράφϑαι τὸν Διόνυσον ἐν μηρῷ. μετὰ δὲ ταῦτα τῆς παραϑέσεως τῶν καρπῶν ἐπιμεληϑέντα μεταδιδόναι τοῖς Ἰνδοῖς, καὶ τὴν εὕρεσιν τοῦ οἴνου καὶ τῶν ἄλλων τῶν εἰς τὸν βίον χρησίμων παραδοῦναι. πρὸς δὲ τούτοις πόλεών τε ἀξιολόγων γενηϑῆναι κτίστην, μεταγα- 6 οὗ] ὧν F 10 τῆς om. CD 14 τοῦτον] τούτων D 15 ἐν ταύτῃ] ἐνταῦϑα CF 23 καταϑέσεως II 24 παραδιδόναι D