Textus Originalis

II 41. 42. 43. 239

II 41. 42. 43. 239

χρήματα τοῖς προσήκουσιν ἀποδιδόασιν. οἵ τε δικασταὶ τὰς κρίσεις παρ᾽ αὐτοῖς ἀκριβῶς διαγινώσκουσι, καὶ πικρῶς τοῖς ἁμαρτάνουσι προσφέρονται. περὶ μὲν οὖν τῆς Ἰνδικῆς καὶ τῶν κατ᾽ αὐτὴν ἀρχαιολογουμένων ἀρκεσϑησόμεϑα τοῖς ῥηϑεῖσιν. Περὶ δὲ τῶν Σκυϑῶν τῶν οἰκούντων τὴν ὅμορον χώραν ἐν μέρει διέξιμεν. οὗτοι γὰρ τὸ μὲν ἐξ ἀρχῆς ὀλίγην ἐνέμοντο χώραν, ὕστερον δὲ κατ᾽ ὀλίγον αὐξηϑέντες διὰ τὰς ἀλκὰς καὶ τὴν ἀνδρείαν πολλὴν μὲν κατεκτήσαντο χώραν, τὸ δ᾽ ἔϑνος εἰς μεγάλην ἡγεμονίαν καὶ δόξαν προήγαγον. τὸ μὲν οὖν πρῶτον παρὰ τὸν Ἀράξην ποταμὸν ὀλίγοι κατῴκουν παντελῶς καὶ διὰ τὴν ἀδοξίαν καταφρονούμενοι: ἕνα δὲ τῶν ἀρχαίων ἔχοντες βασιλέα φιλοπόλεμον καὶ διαφέροντα στρατηγίᾳ προσεκτήσαντο χώραν, τῆς μὲν ὀρεινῆς ἕως πρὸς τὸν Καύκασον, τῆς δὲ πεδινῆς τὰ παρὰ τὸν ὠκεανὸν καὶ τὴν Μαιῶτιν λίμνην καὶ τὴν ἄλλην χώραν ἕως Τανάιδος ποταμοῦ. ὕστερον δὲ μυϑολογοῦσι Σκύϑαι παρ᾽ αὑτοῖς γενέσϑαι γηγενῆ παρϑένον: ταύτην δ᾽ ἔχειν τὰ μὲν ἄνω μέρη τοῦ σώματος μέχρι τῆς ζώνης γυναικεῖα, τὰ δὲ κατώτερα ἐχίδνης. ταύτῃ δὲ Δία μιγέντα γεννῆσαι παῖδα Σκύϑην ὄνομα. τοῦτον δὲ γενόμενον ἐπιφανέστατον τῶν πρὸ αὐτοῦ τοὺς λαοὺς ἀφ᾽ ἑαυτοῦ Σκύϑας προσαγορεῦσαι. τῶν δὲ ἀπογόνων τούτου τοῦ βασιλέως ἀδελφοὺς δύο γενέσϑαι διαφόρους ἀρετῇ, καὶ τὸν μὲν Πάλον, τὸν 6 δὲ τῶν] δ᾽ D 11 προηγάγοντο D — 13 παντελῶς] ὀλίγοι ὄντες add. D 20 γηγενῆ παρ᾽ α. γενέσϑαι vulg.