Textus Originalis

240 DIODORI SICULI

240 DIODORI SICULI

δὲ Νάπην ὠνομάσϑαι. τούτων δ᾽ ἐπιφανεῖς πράξεις κατεργασαμένων καὶ διελομένων τὴν βασιλείαν, ἀφ᾽ ἑκατέρου τοὺς λαοὺς τοὺς μὲν Πάλους, τοὺς δὲ Νάπας προσαγορευϑῆναι. μετὰ δέ τινας χρόνους τοὺς ἀπογόνους τούτων τῶν βασιλέων ἀνδρείᾳ καὶ στρατηγίᾳ διενεγκόντας πολλὴν μὲν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταστρέψασϑαι μέχρι τῆς Θρᾴκης, ἐπὶ δὲ ϑάτερα μέρη στρατεύσαντας διατεῖναι τῇ δυνάμει μέχρι τοῦ κατ᾽ Αἴγυπτον Νείλου. πολλὰ δὲ καὶ μεγάλα τῶν ἀνὰ μέσον τούτων ἐϑνῶν καταδουλωσαμένους προβιβάσαι τὴν ἡγεμονίαν τῶν Σκυϑῶν τῇ μὲν ἐπὶ τὸν πρὸς ἀνατολὰς ὠκεανόν, τῇ δ᾽ ἐπὶ τὴν Κασπίαν ϑάλατταν καὶ Μαιῶτιν λίμνην: ηὐξήϑη γὰρ ἐπὶ πολὺ τοῦτο τὸ ἔϑνος καὶ βασιλεῖς ἔσχεν ἀξιολόγους, ἀφ᾽ ὧν τοὺς μὲν Σάκας προσαγορευϑῆναι, τοὺς δὲ Μασσαγέτας, τινὰς δ᾽ Ἀριμασπούς, καὶ τούτοις ὁμοίως ἄλλους πλείονας. ὑπὸ δὲ τούτων τῶν βασιλέων πολλὰ μὲν καὶ τῶν ἄλλων τῶν καταπολεμηϑέντων ἐϑνῶν μετῳκίσϑαι, δύο δὲ μεγίστας ἀποικίας γενέσϑαι, τὴν μὲν ἐκ τῶν Ἀσσυρίων μετασταϑεῖσαν εἰς τὴν μεταξὺ χώραν τῆς τε Παφλαγονίας καὶ τοῦ Πόντου, τὴν δ᾽ ἐκ τῆς Μηδίας παρὰ τὸν Τάναϊν καϑιδρυϑεῖσαν, ἧς τοὺς λαοὺς Σαυρομάτας ὀνομασϑῆναι. τούτους δ᾽ ὕστερον πολλοῖς ἔτεσιν αὐξηϑέντας πορϑῆσαι πολλὴν τῆς Σκυϑίας, καὶ τοὺς καταπολεμηϑέντας ἄρδην 1 Νάπιν D 3 Νάπας D 4 Πάλους D 9 τὴν δύναμιν D (c. 46, 3) 10 τούτων om. D 19 μετοικεῖσϑαι D, μετοικεῖσαι C, corr. Dind. 21 μετατεϑεῖσαν D 25 πολλὴν] χώραν add. D.