Textus Originalis

I 14. 15. 25

I 14. 15. 25

λογον τῷ τε μεγέϑει καὶ τῇ λοιπῇ πολυτελείᾳ, καὶ ναοὺς χρυσοῦς δύο Διός, τὸν μὲν μείζονα τοῦ οὐρανίου, τὸν δὲ ἐλάττονα τοῦ βεβασιλευκότος καὶ πατρὸς αὐτῶν, ὅν τινες Ἄμμωνα καλοῦσι. κατασκευάσαι δὲ καὶ τῶν ἄλλων ϑεῶν τῶν προειρημένων ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς. προτιμᾶσϑαι δὲ παρὰ τῷ Ὀσίριδι καὶ τῇ Ἴσιδι τοὺς τὰς τέχνας ἀνευρίσκοντας ἢ μεϑοδεύοντάς τι τῶν χρησίμων: διόπερ ἐν τῇ Θηβαΐδι χαλκουργείων εὑρεϑέντων καὶ χρυσείων ὅπλα τε κατασκευάσασϑαι, δι᾿ ὧν τὰ ϑηρία κτείνοντας καὶ τὴν γῆν ἐργαζομένους φιλοτίμως ἐξημερῶσαι τὴν χώραν, ἀγάλματά τε καὶ χρυσοῦς ναοὺς κατασκευάσασϑαι τῶν ϑεῶν διαπρεπεῖς. γενέσϑαι δὲ καὶ φιλογέωργον τὸν Ὄσιριν, καὶ τραφῆναι μὲν τῆς εὐδαίμονος Ἀραβίας ἐν Νύσῃ πλησίον Αἰγύπτου Διὸς ὄντα παῖδα, καὶ τὴν προσηγορίαν ἔχειν παρὰ τοῖς Ἕλλησιν ἀπό τε τοῦ πατρὸς καὶ τοῦ τόπου Διόνυσον ὀνομασϑέντα. μεμνῆσϑαι δὲ τῆς Νύσης καὶ τὸν ποιητὴν ἐν τοῖς ὕμνοις, ὅτι περὶ τὴν Αἴγυπτον γέγονεν, ἐν οἷς λέγει ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνϑέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων. εὑρετὴν δ᾽ αὐτὸν γενέσϑαι φασὶ τῆς ἀμπέλου περὶ τὴν Νῦσαν, καὶ τὴν κατεργασίαν τοῦ ταύτης καρποῦ προσεπινοήσαντα πρῶτον οἴνῳ χρήσασϑαι, καὶ διδάξαι τοὺς ἄλλους ἀνϑρώπους τήν τε φυτείαν τῆς 19 μετονομασϑέντα F 21 ὅτι F.