Textus Originalis
II 43. 44. 45. 241
ἀναιροῦντας ἔρημον ποιῆσαι τὸ πλεῖστον μέρος τῆς χώρας. μετὰ δὲ ταῦτα ἀναρχίας γενομένης κατὰ τὴν Σκυϑίαν, ἐβασίλευσαν γυναῖκες ἀλκῇ διαφέρουσαι. ἐν τούτοις γὰρ τοῖς ἔϑνεσιν αἱ γυναῖκες γυμνάζονται πρὸς πόλεμον παραπλησίως τοῖς ἀνδράσι καὶ ταῖς ἀνδρείαις οὐδὲν λείπονται τῶν ἀνδρῶν. διὸ καὶ γυναικῶν ἐπιφανῶν πολλαὶ καὶ μεγάλαι πράξεις ἐπετελέσϑησαν οὐ μόνον κατὰ τὴν Σκυϑίαν, ἀλλὰ καὶ κατὰ τὴν ὅμορον ταύτης χώραν. Κύρου μὲν γὰρ τοῦ Περσῶν βασιλέως πλεῖστον ἰσχύσαντος τῶν καϑ᾽ αὑτὸν καὶ στρατεύσαντος ἀξιολόγοις δυνάμεσιν εἰς τὴν Σκυϑίαν, ἡ βασίλισσα τῶν Σκυϑῶν τό τε στρατόπεδον τῶν Περσῶν κατέκοψε καὶ τὸν Κῦρον αἰχμάλωτον γενόμενον ἀνεσταύρωσε: τό τε συσταϑὲν ἔϑνος τῶν Ἀμαζόνων τοσοῦτον ἀνδρείᾳ διήνεγκεν ὥστε μὴ μόνον πολλὴν χώραν ὅμορον καταδραμεῖν, ἀλλὰ καὶ πολλὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας καταστρέψασϑαι. Ἡμεῖς δ᾽ ἐπειδὴ περὶ τῶν Ἀμαζονίδων ἐμνήσϑημεν, οὐχ ἀνοίκειον εἶναι νομίζομεν διελϑεῖν περὶ αὐτῶν, εἰ καὶ διὰ τὴν παραδοξολογίαν μύϑοις ὅμοια φανήσεται τὰ ῥηϑέντα. παρὰ τὸν Θερμώδοντα τοίνυν ποταμὸν ἔϑνους κρατοῦντος γυναικοκρατουμένου, καὶ τῶν γυναικῶν ὁμοίως τοῖς ἀνδράσι τὰς πολεμικὰς χρείας μεταχειριζομένων, φασὶ μίαν ἐξ αὐτῶν βασιλικὴν ἐξουσίαν ἔχουσαν ἀλκῇ καὶ ῥώμῃ διενεγκεῖν: συστησαμένην δὲ γυναικῶν στρατόπε- 4 αἱ γυναῖκες om. II 16 ἐπιδραμεῖν CF 19 ἐπεὶ CF 21 εἰ καὶ] τὰ II 22 φανήσεται τὰ ῥηϑέντα] διαληφϑέντα II 23 κρατοῦντος] κατοικοῦντος Rhod. Diodorus I. 16