Textus Originalis

26 DIODORI SICULI

26 DIODORI SICULI

ἀμπέλου καὶ τὴν χρῆσιν τοῦ οἴνου καὶ τὴν συγκομιδὴν αὐτοῦ καὶ τήρησιν. τιμᾶσϑαι δ᾽ ὑπ᾽ αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν, διαφόρῳ φύσει κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον. Ὑπὸ γὰρ τούτου πρῶτον μὲν τήν τε κοινὴν διάλεκτον διαρϑρωϑῆναι καὶ πολλὰ τῶν ἀνωνύμων τυχεῖν προσηγορίας, τήν τε εὕρεσιν τῶν γραμμάτων γενέσϑαι καὶ τὰ περὶ τὰς τῶν ϑεῶν τιμὰς καὶ ϑυσίας διαταχϑῆναι: περί τε τῆς τῶν ἄστρων τάξεως καὶ περὶ τῆς τῶν φϑόγγων ἁρμονίας καὶ φύσεως τοῦτον πρῶτον γενέσϑαι παρατηρητήν, καὶ παλαίστρας εὑρετὴν ὑπάρξαι, καὶ τῆς εὐρυϑμίας καὶ τῆς περὶ τὸ σῶμα πρεπούσης πλάσεως ἐπιμεληϑῆναι. λύραν τε νευρίνην ποιῆσαι τρίχορδον, μιμησάμενον τὰς κατ᾽ ἐνιαυτὸν ὥρας: τρεῖς γὰρ αὐτὸν ὑποστήσασϑαι φϑόγγους, ὀξὺν καὶ βαρὺν καὶ μέσον, ὀξὺν μὲν ἀπὸ τοῦ ϑέρους, βαρὺν δὲ ἀπὸ τοῦ χειμῶνος, μέσον δὲ ἀπὸ τοῦ ἔαρος. καὶ τοὺς Ἕλληνας διδάξαι τοῦτον τὰ περὶ τὴν ἑρμηνείαν, ὑπὲρ ὧν Ἑρμῆν αὐτὸν ὠνομάσϑαι. καϑόλου δὲ τοὺς περὶ τὸν Ὄσιριν τοῦτον ἔχοντας ἱερογραμματέα ἅπαντ᾽ αὐτῷ προσανακοινοῦσϑαι καὶ μάλιστα χρῆσϑαι τῇ τούτου συμβουλίᾳ. καὶ τῆς ἐλαίας δὲ τὸ φυτὸν αὐτὸν εὑρεῖν, ἀλλ᾽ οὐκ Ἀϑηνᾶν, ὥσπερ Ἕλληνές φασι. Τὸν δὲ Ὄσιριν λέγουσιν, ὥσπερ εὐεργετικὸν 15 νευρίνην] εὑρεῖν ἣν CF 22 γραμματέα C 27 ὥσπερ aut delere aut ὡς (ἂν) scribere vult Hertlein εὐεργετικὸν F, εὑρετικὸν C, P, ADS εὑρετικὸν D.