Textus Originalis

252 DIODORI SICULI

252 DIODORI SICULI

δὲ κατὰ τὴν ῥάχιν κύρτωμα παρεμφερὲς ἔχουσαι καμήλῳ, τῷ χρώματι καὶ τῇ τριχώσει παρδάλεσιν ἐοίκασιν: ὁμοίως δὲ καὶ τὴν οὐρὰν μακρὰν ἔχουσαι τὴν τοῦ ϑηρίου φύσιν ἀποτυποῦνται. γίνονται δὲ καὶ τραγέλαφοι καὶ βούβαλοι καὶ ἄλλα πλείω γένη δίμορφα ζῴων καὶ τὴν σύνϑεσιν ἐκ τῶν πλεῖστον τὴν φύσιν κεχωρισμένων ἔχοντα, περὶ ὧν τὰ κατὰ μέρος μακρὸν ἂν εἴη γράφειν. δοκεῖ γὰρ ἡ συνεγγίζουσα χώρα τῇ μεσημβρίᾳ τὴν ἀφ᾽ ἡλίου δύναμιν ζωτικωτάτην οὖσαν πολλὴν ἐμπνεῖσϑαι, καὶ διὰ τοῦτο πολλῶν καὶ ποικίλων, ἔτι δὲ καλῶν ζῴων φύσεις γεννᾶν. διὰ δὲ τὰς αὐτὰς αἰτίας κατὰ μὲν τὴν Αἴγυπτον τούς τε κροκοδείλους φύεσϑαι καὶ τοὺς ποταμίους ἵππους, κατὰ δὲ τὴν Αἰϑιοπίαν καὶ τὴν τῆς Λιβύης ἔρημον ἐλεφάντων τε πλῆϑος καὶ παντοδαπῶν ὄφεών τε καὶ τῶν ἄλλων ϑηρίων καὶ δρακόντων ἐξηλλαγμένων τοῖς τε μεγέϑεσι καὶ ταῖς ἀλκαῖς, ὁμοίως δὲ καὶ τοὺς περὶ τὴν Ἰνδικὴν ἐλέφαντας, ὑπερβάλλοντας τοῖς τε ὄγκοις καὶ πλήϑεσιν, ἔτι δὲ ταῖς ἀλκαῖς. Οὐ μόνον δ᾽ ἐν ταύταις ταῖς χώραις ζῷα γεννᾶται ταῖς ἰδέαις ἐξηλλαγμένα διὰ τὴν ἀφ᾽ ἡλίου συνεργίαν καὶ δύναμιν, ἀλλὰ καὶ λίϑων παντοίων ἐκφύσεις διάφοροι ταῖς χρόαις καὶ ταῖς λαμπρότησι διαφανεῖς. τοὺς γὰρ κρυστάλλους λίϑους ἔχειν τὴν σύστασιν ἐξ ὕδατος καϑαροῦ παγέντος οὐχ ὑπὸ ψύχους, ἀλλ᾽ ὑπὸ ϑείου πυρὸς δυνάμεως, δι᾽ ἣν ἀσήπτους μὲν αὐτοὺς διαμένειν, βαφῆναι δὲ πολυμόρφως 7 τῇ φύσει II 28 πολυμόρφῳ Reiske.