Textus Originalis
II 51. 52. 253
ἀναϑυμιάσει πνεύματος. σμαράγδους γὰρ καὶ τὰ καλούμενα βηρύλλια κατὰ τὰς ἐν τοῖς χαλκουργείοις μεταλλείας γινόμενα διὰ τὴν ἀπὸ τῶν ϑείων βαφὴν καὶ σύνδεσιν συγχρώζεσϑαι, τοὺς δὲ χρυσολίϑους ὑπὸ καπνώδους ἀναϑυμιάσεως ἡλίου ϑερμότητι φυομένους λέγουσι τυγχάνειν τούτου τοῦ χρώματος. διὸ καὶ τοὺς ὀνομαζομένους ψευδοχρύσους κατασκευάζεσϑαι διὰ τοῦ ϑνητοῦ καὶ ὑπ᾽ ἀνϑρώπων γεγονότος πυρὸς βαπτομένων τῶν κρυστάλλων. τὰς δὲ τῶν ἀνϑράκων φύσεις φωτὸς δύναμιν ἐμπιληϑεῖσαν τῇ πήξει φασὶν ἀποτελεῖν τῷ μᾶλλον καὶ ἧττον τὰς ἐν αὐτοῖς διαφοράς. παραπλησίως δὲ καὶ τὰς τῶν ὀρνέων μορφὰς ἐπιχρώζεσϑαι, τὰς μὲν ὁλοπορφύρους φαινομένας, τὰς δὲ κατὰ μέρος παντοίαις χρόαις διειλημμένας: τὰ μὲν γὰρ φλόγινα, τὰ δὲ κροκώδη, τινὰ δὲ σμαραγδίζοντα, πολλὰ δὲ χρυσοειδῆ φαίνεσϑαι κατὰ τὰς πρὸς τὸ φῶς ἐγκλίσεις αὐτῶν, καὶ καϑόλου πολυειδεῖς καὶ δυσερμηνεύτους ἀποτελεῖσϑαι χρόας: ὅπερ καὶ ἐπὶ τῆς κατ᾽ οὐρανὸν ἴριδος ὁρᾶσϑαι γινόμενον ὑπὸ τοῦ περὶ τὸν ἥλιον φωτός. ἐκ δὲ τούτων τοὺς φυσιολόγους συλλογιζομένους ἀποφαίνεσϑαι διότι καὶ τὴν ἄνωϑεν τῆς τῶν προειρημένων ἐκφύσεως ποικιλίαν ἔβαψεν ἡ συγγενὴς ϑερμασία, συνεργήσαντος ἡλίου τοῦ ζωοποιοῦντος τὰς ἑκάστων μορφάς. καϑόλου δὲ καὶ τῆς περὶ τὰ ἄνϑη διαφορᾶς τῆς χρόας καὶ 5 ϑερμότητος CF φυομένης conicio 7 ψευδοχρυσοίϑους Salmasius 9 τὰς ... φύσεις] ταῖς ... φύσεσι conicio 11 φασὶν Rhod., φύσιν codices τῷ] καὶ τῷ Reiske 20 ἴριος D 23 τῆς del. et ἐκ φύσεως leg. Reiske.