Textus Originalis
254 DIODORI SICULI
τῆς τῆς γῆς ποικιλίας τοῦτον ὑπάρχειν αἴτιον καὶ δημιουργόν: οὗ τὴν φυσικὴν ἐνέργειαν τὰς ϑνητὰς τέχνας μιμησαμένας βάπτειν ἕκαστα καὶ ποικίλλειν, μαϑητρίας γενομένας τῆς φύσεως. τὰ μὲν γὰρ χρώματα τὸ φῶς ἀπεργάζεσϑαι, τὰς δὲ ὀσμὰς τῶν καρπῶν καὶ τὰς ἰδιότητας τῶν χυλῶν, ἔτι δὲ τὰ μεγέϑη τῶν ζώων καὶ τὰς ἑκάστου διαϑέσεις, πρὸς δὲ τούτοις τὰς τῆς γῆς ἰδιότητας, γεννᾶν τὴν περὶ τὸν ἥλιον ϑερμασίαν, εἰς πολυτραφῆ χώραν καὶ γόνιμον ὕδωρ ἐνϑάλπουσαν καὶ δημιουργὸν γινομένην τῆς ἑκάστου φύσεως. διόπερ οὔτε ἡ Παρία λύγδος οὔτ᾽ ἄλλη ϑαυμαζομένη πέτρα τοῖς Ἀραβίοις λίϑοις ἐξισωϑῆναι δύναται, ὧν λαμπροτάτη μὲν ἡ λευκότης, βαρύτατος δὲ ὁ σταϑμός, ἡ δὲ λειότης ὑπερβολὴν ἑτέροις οὐκ ἀπολείπουσα. αἰτία δὲ τῆς χώρας τῆς κατὰ μέρος ἰδιότητος, καϑάπερ προεῖπον, ἡ περὶ τὸν ἥλιον δύναμις, ϑερμασίᾳ μὲν πήξασα, ξηρότητι δὲ πιλήσασα, φέγγει δὲ λαμπρύνασα. διὸ καὶ τὸ τῶν ὀρνέων γένος πλείστης ϑερμασίας κεκοινωνηκὸς ἐγένετο διὰ μὲν τὴν κουφότητα πτηνόν, διὰ δὲ τὴν ἀφ᾽ ἡλίου συνεργίαν ποικίλον, καὶ μάλιστα κατὰ τὰς προκειμένας ἡλίῳ χώρας. ἡ μὲν γὰρ Βαβυλωνία ταώνων ἐκτρέφει πλῆϑος παντοίαις χρόαις ἐπηνϑισμένων, αἱ δὲ τῆς Συρίας ἐσχατιαὶ ψιττακοὺς καὶ πορφυρίωνας καὶ μελεαγρίδας καὶ ἄλλας ζῴων ἰδίας φύσεις τοῖς χρώμασι καὶ ποικίλας συγκρίσεις. ὁ δ᾽ αὐτὸς λόγος καὶ κατὰ τὰς ἄλλας χώρας τῆς γῆς τὰς κατὰ τὴν ὁμοίαν κρᾶσιν κειμένας, λέγω δ᾽ Ἰνδικὴν 1 τῆς τῆς] τὰς τῆς vulg. 11 λίγδος II, λίϑος D, λίϑος AB 22 ἡλίου II 25 ἄλλων F 27 τὰς τῆς γῆς D.