Textus Originalis
II 52. 53. 54. 255
καὶ τὴν Ἐρυϑρὰν ϑάλατταν, ἔτι δὲ Αἰϑιοπίαν καί τινα μέρη τῆς Λιβύης. ἀλλὰ τῆς μὲν πρὸς ἀνατολὰς κεκλιμένης πιοτέρας οὔσης εὐγενέστερα καὶ μείζονα φύεται ζῷα: τῆς δ᾽ ἄλλης ἀεὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον ἕκαστα ταῖς διαϑέσεσι γεννᾶται. ὁμοίως δὲ καὶ τῶν δένδρων οἱ φοίνικες κατὰ μὲν τὴν Λιβύην αὐχμηροὺς καὶ μικροὺς ἐκφέρουσι καρπούς, τῆς δὲ Συρίας κατὰ μὲν τὴν Κοίλην οἱ καρυωτοὶ προσαγορευόμενοι γεννῶνται, διάφοροι κατά τε τὴν γλυκύτητα καὶ τὸ μέγεϑος, ἔτι δὲ τοὺς χυμούς. τούτων δὲ οἱ πολλῷ μείζους κατὰ τὴν Ἀραβίαν καὶ τὴν Βαβυλωνίαν ὁρᾶν ἔστι γινομένους, κατὰ μὲν τὸ μέγεϑος ἓξ δακτύλων ὄντας, τῇ δὲ χρόᾳ τοὺς μὲν μηλίνους, τοὺς δὲ φοινικοῦς, ἐνίους δὲ πορφυρίζοντας: ὥσϑ᾽ ὑπ᾽ αὐτῶν ἅμα καὶ τὴν ὄψιν τέρπεσϑαι καὶ τὴν γεῦσιν ψυχαγωγεῖσϑαι. τὰ δὲ στελέχη τῶν φοινίκων τὸ μὲν μῆκος ἀέριον ἔχει, τὴν δὲ περιφέρειαν ψιλὴν πανταχόϑεν μέχρι τῆς κορυφῆς. ἀκρόκομα δ᾽ ὄντα διαφόρους ἔχει τὰς ἀπὸ τῆς κόμης διαϑέσεις: τὰ μὲν γὰρ πάντῃ τοὺς ῥάδικας ἔχει περικεχυμένους, καὶ κατὰ μέσον ἔκ τινος περιρραγέντος φλοιοῦ βοτρυώδη καρπὸν ἀνίησι, τὰ δὲ ἐφ᾽ ἓν μέρος ἔχοντα κεκλιμένας τὰς ἐπὶ τῆς κορυφῆς κόμας σχηματισμὸν ἀποτελεῖ λαμπάδος ἀπαιϑυσσομένης, ἔνια δ᾽ ἐπ᾽ ἀμφότερα τὰ μέρη περικλώμενα καὶ διπλῇ τῇ καταϑέσει τῶν κλάδων ἀμφίχαιτα γινόμενα γραφικὴν ἀποτελεῖ τὴν πρόσοψιν. Τῆς δ᾽ ὅλης Ἀραβίας τὴν μὲν ἐπὶ μεσημβρίαν 3 κειμένης CF — 7 πικροὺς C 17 ὑψιλὴν C, ὑψηλὴν D 22 ὑφ᾽ CF.