Textus Originalis
256 DIODORI SICULI
νεύουσαν εὐδαίμονα προσαγορεύουσι, τὴν δ᾽ ἐνδοτέρω κειμένην νέμεται πλῆϑος Ἀράβων νομάδων καὶ σκηνίτην βίον ᾑρημένων. οὗτοι δὲ ϑρεμματοτροφοῦντες ἀγέλας μεγάλας βοσκημάτων ἐναυλίζονται πεδίοις ἀμετρήτοις. ἡ δ᾽ ἀνὰ μέσον ταύτης τε καὶ τῆς εὐδαίμονος Ἀραβίας ἔρημος καὶ ἄνυδρός ἐστι, καϑάπερ προείρηται: τὰ δὲ πρὸς δυσμὰς μέρη κεκλιμένα τῆς Ἀραβίας διείληπται πεδίοις ἁμμώδεσιν ἀερίοις τὸ μέγεϑος, δι᾽ ὧν οἱ τὰς ὁδοιπορίας ποιούμενοι καϑάπερ οἱ ἐν τοῖς πελάγεσι πρὸς τὰς ἀπὸ τῶν ἄρκτων σημασίας τὴν διέξοδον ποιοῦνται. τὸ δ᾽ ὑπολειπόμενον μέρος τῆς Ἀραβίας τὸ πρὸς τὴν Συρίαν κεκλιμένον πλήϑει γεωργῶν καὶ παντοδαπῶν ἐμπόρων, οἳ διὰ τὰς τῶν φορτίων εὐκαίρους ἀντιδόσεις τὰ παρ᾽ ἀμφοτέροις σπανίζοντα πρὸς δαψίλειαν τῶν χρησίμων διορϑοῦνται. ἡ δὲ παρὰ τὸν ὠκεανὸν Ἀραβία κεῖται μὲν ὑπεράνω τῆς εὐδαίμονος, ποταμοῖς δὲ πολλοῖς καὶ μεγάλοις διειλημμένη πολλοὺς ποιεῖ τόπους λιμνάζοντας καὶ μεγάλων ἑλῶν περιμέτρους. τοῖς δ᾽ ἐκ τῶν ποταμῶν ἐπακτοῖς ὕδασι καὶ τοῖς ἐκ τῶν ϑερινῶν ὄμβρων γινομένοις ἀρδεύοντες πολλὴν χώραν, καὶ διπλοῦς καρποὺς λαμβάνουσι. τρέφει δὲ ὁ τόπος οὗτος ἐλεφάντων ἀγέλας καὶ ἄλλα ζῷα κητώδη χερσαῖα [ϑηρία] καὶ δίμορφα, ταῖς ἰδέαις ἐξηλλαγμένα: πρὸς δὲ τούτοις ϑρεμμάτων παντοδαπῶν πλήϑει, καὶ μάλιστα βοῶν καὶ προβάτων τῶν τὰς μεγάλας καὶ παχείας ἐχόντων οὐράς. πλεῖστα δὲ 5 ἀγέλαις μεγάλαις II 10 ἀπὸ om. D 25 ϑηρία om. E.