Textus Originalis

II 54. 55. 257

II 54. 55. 257

καὶ διαφορώτατα γένη καμήλων τρέφει, τῶν τε ψιλῶν καὶ δασέων καὶ διπλοῦν ἀνατετακότων τὸ κατὰ τὴν ῥάχιν κύρτωμα καὶ διὰ τοῦτο διτύλων ὀνομαζομένων, ὧν αἱ μὲν γάλα παρεχόμεναι καὶ κρεοφαγούμεναι πολλὴν παρέχονται τοῖς ἐγχωρίοις δαψίλειαν, αἱ δὲ πρὸς νωτοφορίαν ἠσκημέναι πυρῶν μὲν ἀνὰ δέκα μεδίμνους νωτοφοροῦσιν, ἀνϑρώπους δὲ κατακειμένους ἐπὶ κλίνης πέντε βαστάζουσιν: αἱ δὲ ἀνάκωλοι καὶ λαγαραὶ ταῖς συστάσεσι δρομάδες εἰσί, καὶ διατείνουσι πλεῖστον ὁδοῦ μῆκος, καὶ μάλιστα πρὸς τὰς διὰ τῆς ἀνύδρου καὶ ἐρήμου συντελουμένας ὁδοιπορίας. αἱ δ᾽ αὐταὶ καὶ κατὰ τοὺς πολέμους εἰς τὰς μάχας ἔχουσαι τοξότας ἄγονται δύο ἀντικαϑημένους ἀλλήλοις ἀντινώτους: τούτων δὲ ὁ μὲν τοὺς κατὰ πρόσωπον ἀπαντῶντας, ὁ δὲ τοὺς ἐπιδιώκοντας ἀμύνεται. περὶ μὲν οὖν τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ φυομένων εἰ καὶ πεπλεονάκαμεν, ἀλλ᾽ οὖν πολλὰ τοῖς φιλαναγνωστοῦσι πρὸς φιληκοΐαν ἀπηγγέλκαμεν. Περὶ δὲ τῆς κατὰ τὸν ὠκεανὸν εὑρεϑείσης νήσου κατὰ τὴν μεσημβρίαν καὶ τῶν κατ᾽ αὐτὴν παραδοξολογουμένων πειρασόμεϑα συντόμως διελϑεῖν, προεκϑέμενοι τὰς αἰτίας τῆς εὑρέσεως ἀκριβῶς. Ἰαμβοῦλος ἦν ἐκ παίδων παιδείαν ἐζηλωκώς, μετὰ δὲ τὴν τοῦ πατρὸς τελευτὴν ὄντος ἐμπόρου καὶ αὐτὸς ἔδωκεν ἑαυτὸν ἐπὶ τὴν ἐμπορίαν: ἀναβαίνων δὲ διὰ τῆς Ἀραβίας ἐπὶ τὴν ἀρωματοφόρον ὑπό τινων λῃστῶν συνελήφϑη μετὰ τῶν συνοδοιπόρων. τὸ 11 πρὸς τὰς διὰ τῆς] διὰ τῆς πρὸς D συντελουμένης D. Diodorus I. 17