Textus Originalis
258 DIODORI SICULI
μὲν οὖν πρῶτον μετά τινος τῶν συνεαλωκότων ἀπεδείχϑη νομεύς, ὕστερον δ᾽ ὑπό τινων Αἰϑιόπων μετὰ τοῦ συνόντος λῃστευϑεὶς ἀπήχϑη πρὸς τὴν παραϑαλάττιον τῆς Αἰϑιοπίας. οὗτοι δὲ συνηρπάγησαν εἰς καϑαρμὸν τῆς χώρας, ὄντες ἀλλοεϑνεῖς. νόμιμον γὰρ ἦν τοῖς τῇδε κατοικοῦσιν Αἰϑίοψι παραδεδομένον ἐκ παλαιῶν χρόνων, χρησμοῖς ϑεῶν κεκυρωμένον, διὰ γενεῶν μὲν εἴκοσιν, ἐτῶν δ᾽ ἑξακοσίων, τῆς γενεᾶς ἀριϑμουμένης τριακονταετοῦς: τοῦ δὲ καϑαρμοῦ γινομένου δυσὶν ἀνϑρώποις ἦν αὐτοῖς πλοιάριον κατεσκευασμένον τῷ μεγέϑει σύμμετρον, τούς τ᾽ ἐν τῇ ϑαλάττῃ χειμῶνας ἀναφέρειν ἰσχῦον καὶ ῥᾳδίως ὑπὸ δυοῖν ἀνϑρώπων ὑπηρετεῖσϑαι δυνάμενον: εἰς δὲ τοῦτο τροφὴν δυσὶν ἀνϑρώποις ἱκανὴν εἰς ἓξ μῆνας ἐνϑέμενοι, καὶ τοὺς ἄνδρας ἐμβιβάσαντες, προσέταττον ἀνάγεσϑαι κατὰ τὸν χρησμόν. πλεῖν δὲ διεκελεύοντο πρὸς τὴν μεσημβρίαν: ἥξειν γὰρ αὐτοὺς εἰς νῆσον εὐδαίμονα καὶ ἐπιεικεῖς ἀνϑρώπους, παρ᾽ οἷς μακαρίως ζήσεσϑαι. ὁμοίως δὲ καὶ τὸ ἑαυτῶν ἔϑνος ἔφασαν, ἐὰν μὲν οἱ πεμφϑέντες εἰς τὴν νῆσον διασωϑῶσιν, ἑξακοσίων ἐτῶν εἰρήνης καὶ βίου κατὰ πᾶν εὐδαίμονος ἀπολαύσειν: εἰ δὲ καταπλαγέντες τὸ μῆκος τοῦ πελάγους εἰς τοὐπίσω ποιήσονται τὸν πλοῦν, ὡς ἀσεβεῖς καὶ λυμεῶνας ὅλου τοῦ ἔϑνους τιμωρίαις περιπεσεῖσϑαι ταῖς μεγίσταις. τοὺς μὲν οὖν Αἰϑίοπάς φασι μεγάλην πανήγυριν ἀγαγεῖν παρὰ τὴν ϑάλατταν, καὶ ϑυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαντας κατα- 6 τήνδε D 9 τριάκοντ᾽ ἔτη DF 12 τ᾽] δ᾽ CF 21 μεγάλην φασὶ vulg.