Textus Originalis

II 55. 56. 259

II 55. 56. 259

στέψαι τοὺς σκεψομένους καὶ καϑαρμὸν ποιησομένους τοῦ ἔϑνους ἐξαποστεῖλαι. τούτους δὲ πλεύσαντας πέλαγος μέγα καὶ χειμασϑέντας ἐν μησὶ τέτταρσι προσενεχϑῆναι τῇ προσημανϑείσῃ νήσῳ, στρογγύλῃ μὲν ὑπαρχούσῃ τῷ σχήματι, τὴν δὲ περίμετρον ἐχούσῃ σταδίων ὡς πεντακισχιλίων. ἤδη δ᾽ αὐτῶν ἐγγιζόντων τῇ νήσῳ τῶν ἐγχωρίων τινὰς ἀπαντήσαντας καταγαγεῖν τὸ σκάφος: τοὺς δὲ κατὰ τὴν νῆσον συνδραμόντας ϑαυμάζειν μὲν τὸν τῶν ξένων κατάπλουν, προσενεχϑῆναι δὲ αὐτοῖς ἐπιεικῶς καὶ μεταδιδόναι τῶν παρ᾽ αὐτοῖς χρησίμων. εἶναι δὲ τοὺς τὴν νῆσον οἰκοῦντας ταῖς τε τῶν σωμάτων ἰδιότησι καὶ ταῖς ἀγωγαῖς πολὺ διαλλάττοντας τῶν κατὰ τὴν ἡμετέραν οἰκουμένην: πάντας μὲν γὰρ παραπλησίους εἶναι τοῖς ἀναπλάσμασι τῶν σωμάτων, καὶ κατὰ τὸ μέγεϑος ὑπεράγειν τοὺς τέτταρας πήχεις, τὰ δὲ ὀστᾶ τοῦ σώματος ἔχειν ἐπὶ ποσὸν καμπτόμενα καὶ πάλιν ἀποκαϑιστάμενα παραπλησίως τοῖς νευρώδεσι τόποις. εἶναι δὲ τοῖς σώμασιν ἁπαλοὺς μὲν καϑ᾽ ὑπερβολήν, εὐτονωτέρους δὲ πολὺ τῶν παρ᾽ ἡμῖν: δραξαμένων γὰρ αὐτῶν ταῖς χερσὶν ὁδηποτοῦν μηδένα δύνασϑαι τὸ τοῖς δακτύλοις περιληφϑὲν ἐκτρῖψαι. τρίχας δ᾽ ἁπλῶς μηδαμῇ τοῦ σώματος ἔχειν πλὴν ἐν τῇ κεφαλῇ καὶ ὀφρύσι καὶ βλεφάροις, ἔτι δὲ καὶ πώγωνι, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος οὕτω λεῖα ὥστε μηδὲ τὸν ἐλάχιστον χνοῦν ἐν τῷ σώματι φαίνεσϑαι. εἶναι δὲ καὶ τῷ κάλλει διαπρεπεῖς καὶ ταῖς ἄλλαις περιγραφαῖς τοῦ σώματος 1 ποιησαμένους vulg. 12 τε om. vulg. 23 μηδαμοῦ F 28 τοῦ σ. περιγραφαῖς vulg. 17*