Textus Originalis

260 DIODORI SICULI

260 DIODORI SICULI

εὐρύϑμους. καὶ τὰ μὲν τῆς ἀκοῆς τρήματα πολὺ τῶν παρ᾽ ἡμῖν ἔχειν εὐρυχωρέστερα, καὶ καϑάπερ ἐπιγλωττίδας αὐτοῖς ἐκπεφυκέναι. ἴδιον δέ τι καὶ περὶ τὴν γλῶτταν αὐτοὺς ἔχειν, τὸ μὲν φυσικῶς αὐτοῖς συγγεγενημένον, τὸ δ᾽ ἐξ ἐπινοίας φιλοτεχνούμενον: δίπτυχον μὲν γὰρ αὐτοὺς ἔχειν τὴν γλῶτταν ἐπὶ ποσόν, τὰ δ᾽ ἐνδοτέρω προσδιαιρεῖν, ὥστε διπλῆν αὐτὴν γίνεσϑαι μέχρι τῆς ῥίζης. διὸ καὶ ποικιλωτάτους αὐτοὺς εἶναι [καὶ] ταῖς φωναῖς οὐ μόνον πᾶσαν ἀνϑρωπίνην καὶ διηρϑρωμένην διάλεκτον μιμουμένους, ἀλλὰ καὶ τὰς τῶν ὀρνέων πολυφωνίας, καὶ καϑόλου πᾶσαν ἤχου ἰδιότητα προΐεσϑαι: τὸ δὲ πάντων παραδοξότατον, ἅμα πρὸς δύο τῶν ἐντυγχανόντων λαλεῖν ἐντελῶς, ἀποκρινομένους τε καὶ ταῖς ὑποκειμέναις περιστάσεσιν οἰκείως ὁμιλοῦντας: τῇ μὲν γὰρ ἑτέρᾳ πτυχὶ πρὸς τὸν ἕνα, τῇ δ᾽ ἄλλῃ πάλιν ὁμοίως πρὸς τὸν ἕτερον διαλέγεσϑαι. εὐκρατότατον δ᾽ εἶναι τὸν ἀέρα παρ᾽ αὐτοῖς, ὡς ἂν κατὰ τὸν ἰσημερινὸν οἰκοῦντας, καὶ μήϑ᾽ ὑπὸ καύματος μήϑ᾽ ὑπὸ ψύχους ἐνοχλουμένους. καὶ τὰς ὀπώρας δὲ παρ᾽ αὐτοῖς παρ᾽ ὅλον τὸν ἐνιαυτὸν ἀκμάζειν, ὥσπερ καὶ ὁ ποιητής φησιν ὄχνη ἐπ᾽ ὄχνῃ γηράσκει, μῆλον δ᾽ ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ᾽ ἐπὶ σύκῳ. εἶναι δὲ διὰ παντὸς παρ᾽ αὐτοῖς τὴν ἡμέραν ἴσην τῇ νυκτί, καὶ κατὰ τὸ μέσον τῆς ἡμέρας μὴ γίνεσϑαι 1 ἀκοῆς] ῥινὸς C 7 προσδιαιρεῖν Schäfer, πρὸς διαίρεσιν libri 9 καὶ delevi, ταῖς φωναῖς καὶ Schäfer 11 περιωρισμένην καὶ CD 17 ὁμοίως om. D 18 εὐκρατότερον CD 21 ὀπώρας] ὥρας DF.