Textus Originalis
I 15. 16. 17. 27
ὄντα καὶ φιλόδοξον, στρατόπεδον μέγα συστήσασϑαι, διανοούμενον ἐπελϑεῖν ἅπασαν τὴν οἰκουμένην καὶ διδάξαι τὸ γένος τῶν ἀνϑρώπων τήν τε τῆς ἀμπέλου φυτείαν καὶ τὸν σπόρον τοῦ τε πυρίνου καὶ κριϑίνου καρποῦ: ὑπολαμβάνειν γὰρ αὐτὸν ὅτι παύσας τῆς ἀγριότητος τοὺς ἀνϑρώπους καὶ διαίτης ἡμέρου μεταλαβεῖν ποιήσας τιμῶν ἀϑανάτων τεύξεται διὰ τὸ μέγεϑος τῆς εὐεργεσίας. ὅπερ δὴ καὶ γενέσϑαι: οὐ μόνον γὰρ τοὺς κατ᾽ ἐκείνους τοὺς χρόνους τυχόντας τῆς δωρεᾶς ταύτης, ἀλλὰ καὶ πάντας τοὺς μετὰ ταῦτα ἐπιγενομένους διὰ τὴν ἐν ταῖς εὑρεϑείσαις τροφαῖς χάριτα τοὺς εἰσηγησαμένους ὡς ἐπιφανεστάτους ϑεοὺς τετιμηκέναι. τὸν δ᾽ οὖν Ὄσιρίν φασι τὰ κατὰ τὴν Αἴγυπτον καταστήσαντα καὶ τὴν τῶν ὅλων ἡγεμονίαν Ἴσιδι τῇ γυναικὶ παραδόντα, ταύτῃ μὲν παρακαταστῆσαι σύμβουλον τὸν Ἑρμῆν διὰ τὸ φρονήσει τοῦτον διαφέρειν τῶν ἄλλων φίλων, καὶ στρατηγὸν μὲν ἀπολιπεῖν ἁπάσης τῆς ὑφ᾽ αὑτὸν χώρας Ἡρακλέα γένει τε προσήκοντα καὶ ϑαυμαζόμενον ἐπ᾽ ἀνδρείᾳ τε καὶ σώματος ῥώμῃ, ἐπιμελητὰς δὲ τάξαι τῶν μὲν πρὸς Φοινίκην κεκλιμένων μερῶν καὶ τῶν ἐπὶ ϑαλάττῃ τόπων Βούσιριν, τῶν δὲ κατὰ τὴν Αἰϑιοπίαν καὶ Λιβύην Ἀνταῖον, αὐτὸν δ᾽ ἐκ τῆς Αἰγύπτου μετὰ τῆς δυνάμεως ἀναζεῦξαι πρὸς τὴν στρατείαν, ἔχοντα μεϑ᾽ αὑτοῦ καὶ τὸν ἀδελφόν, ὃν οἱ Ἕλληνες Ἀπόλλωνα καλοῦσιν. εὑρετὴν δὲ καὶ τοῦτόν φασι γενέσϑαι τοῦ φυτοῦ τῆς δάφνης, ἣν καὶ περιτιϑέασι 21 ῥώμῃ σώματος D 26 ἑαυτοῦ vulg. καὶ om. D.