Textus Originalis
II 56. 57. 261
παρ᾽ αὐτοῖς σκιὰν μηδενὸς διὰ τὸ κατὰ κορυφὴν εἶναι τὸν ἥλιον. βιοῦν δ᾽ αὐτοὺς κατὰ συγγενείας καὶ συστήματα, συνηγμένων τῶν οἰκείων οὐ πλειόνων ἢ τετρακοσίων: τούτους δ᾽ ἐν τοῖς λειμῶσι διαζῆν, πολλὰ τῆς χώρας ἐχούσης πρὸς διατροφήν: διὰ γὰρ τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν εὐκρασίαν τοῦ ἀέρος γεννᾶσϑαι τροφὰς αὐτομάτους πλείους τῶν ἱκανῶν. φύεσϑαι γὰρ παρ᾽ αὐτοῖς κάλαμον πολύν, φέροντα καρπὸν δαψιλῆ, παρεμφερῆ τοῖς λευκοῖς ὀρόβοις. τοῦτον οὖν συναγαγόντες βρέχουσιν ἐν ὕδατι ϑερμῷ, μέχρι ἂν τὸ μέγεϑος σχῶσιν ὡς ὠὸν περιστερᾶς: ἔπειτα συνϑλάσαντες καὶ τρίψαντες ἐμπείρως ταῖς χερσὶ διαπλάττουσιν ἄρτους, οὓς ὀπτήσαντες σιτοῦνται διαφόρους ὄντας τῇ γλυκύτητι. εἶναι δὲ καὶ πηγὰς ὑδάτων δαψιλεῖς, τὰς μὲν ϑερμῶν εἰς λουτρὰ καὶ κόπων ἀφαίρεσιν εὐϑέτους, τὰς δὲ ψυχρῶν τῇ γλυκύτητι διαφόρους καὶ πρὸς ὑγίειαν συνεργεῖν δυναμένας. ὑπάρχειν δὲ παρ᾽ αὐτοῖς καὶ παιδείας πάσης ἐπιμέλειαν, μάλιστα δὲ ἀστρολογίας: γράμμασί τε αὐτοὺς χρῆσϑαι κατὰ μὲν τὴν δύναμιν τῶν σημαινόντων εἴκοσι καὶ ὀκτὼ τὸν ἀριϑμόν, κατὰ δὲ τοὺς χαρακτῆρας ἑπτά, ὧν ἕκαστον τετραχῶς μετασχηματίζεσϑαι. γράφουσι δὲ τοὺς στίχους οὐκ εἰς τὸ πλάγιον ἐκτείνοντες, ὥσπερ ἡμεῖς, ἀλλ᾽ ἄνωϑεν κάτω καταγράφοντες εἰς ὀρϑόν. πολυχρονίους δ᾽ εἶναι τοὺς ἀνϑρώπους καϑ᾽ ὑπερβολήν, ὡς ἂν ἄχρι τῶν πεντήκοντα καὶ ἑκατὸν ἐτῶν 11 ἔχωσι C 21 σημαινομένων Dind. — 23 γράφουσι — 25 ὀρϑόν in omnibus codicibus post p. 262, 4 ἀπότομον scripta sunt: transposuit Wesseling 27 τῶν om. D. ἔτη D.