Textus Originalis
262 DIODORI SICULI
ζῶντας καὶ γινομένους ἀνόσους κατὰ τὸ πλεῖστον. τὸν δὲ πηρωϑέντα ἢ καϑόλου τι ἐλάττωμα ἔχοντα ἐν τῷ σώματι μεϑιστάνειν ἑαυτὸν ἐκ τοῦ ζῆν ἀναγκάζουσι κατά τινα νόμον ἀπότομον. νόμιμον δ᾽ αὐτοῖς ἐστι ζῆν ἄχρι ἐτῶν ὡρισμένων, καὶ τὸν χρόνον τοῦτον ἐκπληρώσαντας ἑκουσίως μεταλλάττειν ἐξηλλαγμένῳ ϑανάτῳ: φύεσϑαι γὰρ παρ᾽ αὐτοῖς ἰδιοφυῆ βοτάνην, ἐφ᾽ ἧς ὅταν τις κοιμηϑῇ, λεληϑότως καὶ προσηνῶς εἰς ὕπνον κατενεχϑεὶς ἀποϑνήσκει. γυναῖκας δὲ μὴ γαμεῖν, ἀλλὰ κοινὰς ἔχειν, καὶ τοὺς γεννηϑέντας παῖδας ὡς κοινοὺς τρέφοντας ἐπ᾽ ἴσης ἀγαπᾶν: νηπίων δ᾽ ὄντων αὐτῶν πολλάκις τὰς τρεφούσας διαλλάττειν τὰ βρέφη, ὅπως μηδ᾽ αἱ μητέρες ἐπιγινώσκωσι τοὺς ἰδίους. διόπερ μηδεμιᾶς παρ᾽ αὐτοῖς γινομένης φιλοτιμίας ἀστασιάστους καὶ τὴν ὁμόνοιαν περὶ πλείστου ποιουμένους διατελεῖν. εἶναι δὲ παρ᾽ αὐτοῖς καὶ ζῷα, μικρὰ μὲν τοῖς μεγέϑεσι, παράδοξα δὲ τῇ φύσει τοῦ σώματος καὶ τῇ δυνάμει τοῦ αἵματος: εἶναι γὰρ αὐτὰ τῷ σχήματι στρογγύλα καὶ παρεμφερέστατα ταῖς χελώναις, τὴν δ᾽ ἐπιφάνειαν δυσὶ γραμμαῖς μηλίναις κεχιασμένα, ἐφ᾽ ἑκάστης δὲ ἄκρας ἔχειν ὀφϑαλμὸν καὶ στόμα: διὸ καὶ τέτταρσιν ὄμμασι βλέποντα καὶ τοῖς ἴσοις στόμασι χρώμενα εἰς ἕνα φάρυγα συνάγειν τὰ σιτία, καὶ διὰ τούτου καταπινομένης τῆς τροφῆς εἰς μίαν κοιλίαν συρρεῖν ἅπαντα: ὁμοίως δὲ τὰ σπλάγχνα καὶ τἄλλα τὰ ἐντὸς πάντα ἔχειν μοναχά. πόδας δὲ ὑποκεῖσϑαι κύκλῳ τῆς περιφερείας πολλούς, δι᾽ ὧν 1 διφυῆ codices 9 καὶ προσηνῶς εἰς ABDE, καὶ ἀπόνως πρὸς cet.