Textus Originalis

II 57. 58. 263

II 57. 58. 263

δύνασϑαι πορεύεσϑαι πρὸς ὃ ἂν μέρος βούληται. τὸ δ᾽ αἷμα τούτου τοῦ ζῴου ϑαυμάσιον ἔχειν δύναμιν: πᾶν γὰρ τὸ διατμηϑὲν ἔμπνουν σῶμα κολλᾶν παραχρῆμα, κἂν ἀποκοπεῖσα χεὶρ ἢ ὅμοιον εἰπεῖν τύχῃ, δι᾽ αὐτοῦ κολλᾶσϑαι προσφάτου τῆς τομῆς οὔσης, καὶ τἄλλα δὲ μέρη τοῦ σώματος, ὅσα μὴ κυρίοις τόποις καὶ συνέχουσι τὸ ζῆν κατέχεται. ἕκαστον δὲ τῶν συστημάτων τρέφειν ὄρνεον εὐμέγεϑες ἰδιάζον τῇ φύσει, καὶ διὰ τούτου πειράζεσϑαι τὰ νήπια τῶν βρεφῶν ποίας τινὰς ἔχει τὰς τῆς ψυχῆς διαϑέσεις: ἀναλαμβάνουσι γὰρ αὐτὰ ἐπὶ τὰ ζῷα, καὶ τούτων πετομένων τὰ μὲν τὴν διὰ τοῦ ἀέρος φορὰν ὑπομένοντα τρέφουσι, τὰ δὲ περιναυτία γινόμενα καὶ ϑάμβους πληρούμενα ῥίπτουσιν, ὡς οὔτε πολυχρόνια καϑεστῶτα οὔτε τοῖς ἄλλοις τοῖς τῆς ψυχῆς λήμασιν ἀξιόλογα. ἑκάστου δὲ συστήματος ὁ πρεσβύτερος ἀεὶ τὴν ἡγεμονίαν ἔχει, καϑάπερ τις βασιλεύς, καὶ τούτῳ πάντες πείϑονται: ὅταν δ᾽ ὁ πρῶτος τελέσας τὰ ἑκατὸν καὶ πεντήκοντα ἔτη κατὰ τὸν νόμον ἀπαλλάξῃ ἑαυτὸν τοῦ ζῆν, ὁ μετὰ τοῦτον πρεσβύτατος διαδέχεται τὴν ἡγεμονίαν. ἡ δὲ περὶ τὴν νῆσον ϑάλαττα, ῥοώδης οὖσα καὶ μεγάλας ἀμπώτεις καὶ πλημύρας ποιουμένη, γλυκεῖα τὴν γεῦσιν καϑέστηκε. τῶν δὲ παρ᾽ ἡμῖν ἄστρων τὰς ἄρκτους καὶ πολλὰ [τῶν καϑ᾽ ἡμᾶς] καϑόλου μὴ φαίνεσϑαι. ἑπτὰ δ᾽ ἦσαν αὗται νῆσοι παραπλήσιαι μὲν τοῖς μεγέϑεσι, σύμμετρον δ᾽ ἀλλήλων διεστη- 4 κἂν] καὶ D ἢ om. CDF εἰπεῖν] ἢ ποῦς G 19 κατὰ A, καὶ κατὰ cet. 25 τῶν καϑ᾽ ἡμᾶς om. E, τὸ C; τῶν κατ᾽ αὐτὰς conicio; καὶ πόλον τὸν καϑ᾽ ἡμᾶς Salmasius.