Textus Originalis

264 DIODORI SICULI

264 DIODORI SICULI

κυῖαι, πᾶσαι δὲ τοῖς αὐτοῖς ἔϑεσι καὶ νόμοις χρώμεναι. πάντες δ᾽ οἱ κατοικοῦντες ἐν αὐταῖς, καίπερ δαψιλεῖς ἔχοντες πάντων χορηγίας αὐτοφυεῖς, ὅμως οὐκ ἀνέδην χρῶνται ταῖς ἀπολαύσεσιν, ἀλλὰ τὴν λιτότητα διώκουσι καὶ τὴν ἀρκοῦσαν τροφὴν προσφέρονται: κρέα δὲ καὶ τἄλλα πάντα ὀπτὰ καὶ ἐξ ὕδατος ἑφϑὰ σκευάζουσι: τῶν δ᾽ ἄλλων τῶν τοῖς μαγείροις πεφιλοτεχνημένων χυμῶν καὶ τῆς κατὰ τὰς ἀρτύσεις ποικιλίας ἀνεπινόητοι παντελῶς εἰσι. σέβονται δὲ ϑεοὺς τὸ περιέχον πάντα καὶ ἥλιον καὶ καϑόλου πάντα τὰ οὐράνια. ἰχϑύων δὲ παντοδαπῶν πλῆϑος ἁλιεύοντες ποικίλως καὶ τῶν πτηνῶν οὐκ ὀλίγα ϑηρεύουσι. γίνεται δὲ παρ᾽ αὐτοῖς ἀκροδρύων τε πλῆϑος αὐτομάτων, καὶ ἐλαῖαι φύονται καὶ ἄμπελοι, ἐξ ὧν ἔλαιόν τε ποιοῦσι δαψιλὲς καὶ οἶνον. ὄφεις τε τοῖς μεγέϑεσι διαφέροντας, οὐδὲν δὲ ἀδικοῦντας τοὺς ἀνϑρώπους, ἐδώδιμον ἔχειν τὴν σάρκα καὶ γλυκύτητι διαφέρουσαν. ἐσϑῆτας δὲ αὐτοὺς κατασκευάζειν ἔκ τινῶν καλάμων ἐχόντων ἐν τῷ μέσῳ χνοῦν λαμπρὸν καὶ μαλακόν, ὃν συνάγοντας καὶ τοῖς ϑαλαττίοις ὀστρέοις συγκεκομμένοις μίσγοντας ϑαυμαστὰ κατασκευάζειν ἱμάτια πορφυρᾶ. ζῴων δὲ παρηλλαγμένας φύσεις καὶ διὰ τὸ παράδοξον ἀπιστουμένας. πάντα δὲ παρ᾽ αὐτοῖς ὡρισμένην ἔχειν τάξιν τὰ κατὰ τὴν δίαιταν, οὐχ ἅμα πάντων τὰς τροφὰς καὶ τὰς αὐτὰς λαμβανόντων: 13 γίνονται CE 16 διαφέροντες ... ἀδικοῦντες CDF 20 συναγαγόντες DF 21 συγκεκολλημένοις codices, corr. Reiske μίσγοντες F 23 ζῴων δὲ] ζῴων DF, ζῴων τε ceteri; φέρει δὲ ζῴων Rhod. 26 ἔχειν Reiske, ἔχει libri.