Textus Originalis
II 59. 60. 265
διατετάχϑαι δ᾽ ἐπί τινας ὡρισμένας ἡμέρας ποτὲ μὲν ἰχϑύων βρῶσιν, ποτὲ δὲ ὀρνέων, ἔστι δ᾽ ὅτε χερσαίων, ἐνίοτε δὲ ἐλαιῶν καὶ τῶν λιτοτάτων προσοψημάτων. ἐναλλὰξ δὲ αὐτοὺς τοὺς μὲν ἀλλήλοις διακονεῖν, τοὺς δὲ ἁλιεύειν, τοὺς δὲ περὶ τὰς τέχνας εἶναι, ἄλλους δὲ περὶ ἄλλα τῶν χρησίμων ἀσχολεῖσϑαι, τοὺς δ᾽ ἐκ περιόδου κυκλικῆς λειτουργεῖν, πλὴν τῶν ἤδη γεγηρακότων. ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς εὐωχίαις λέγεσϑαί τε καὶ ᾄδεσϑαι παρ᾽ αὐτοῖς εἰς τοὺς ϑεοὺς ὕμνους καὶ ἐγκώμια, μάλιστα δὲ εἰς τὸν ἥλιον, οὗ τάς τε νήσους καὶ ἑαυτοὺς προσαγορεύουσι. ϑάπτουσι δὲ τοὺς τελευτήσαντας ὅταν ἄμπωτις γένηται καταχωννύντες εἰς τὴν ἅμμον, ὥστε κατὰ τὴν πλημυρίδα τὸν τόπον ἐπιχώννυσϑαι. τοὺς δὲ καλάμους, ἐξ ὧν ὁ καρπὸς τῆς τροφῆς γίνεται, φασὶ σπιϑαμιαίους ὄντας τὸ πάχος κατὰ τὰς τῆς σελήνης ἀναπληρώσεις ἀναπληροῦσϑαι, καὶ πάλιν κατὰ τὰς ἐλαττώσεις ἀνὰ λόγον ταπεινοῦσϑαι. τὸ δὲ τῶν ϑερμῶν πηγῶν ὕδωρ γλυκὺ καὶ ὑγιεινὸν ὂν διαφυλάττει τὴν ϑερμασίαν, καὶ οὐδέποτε ψύχεται, ἐὰν μὴ ψυχρὸν ὕδωρ ἢ οἶνος συμμίσγηται. Ἑπτὰ δ᾽ ἔτη μείναντας παρ᾽ αὐτοῖς τοὺς περὶ τὸν Ἰαμβοῦλον ἐκβληϑῆναι ἄκοντας, ὡς κακούργους καὶ πονηροῖς ἐϑισμοῖς συντεϑραμμένους. πάλιν οὖν τὸ πλοιάριον κατασκευάσαντας συναναγκασϑῆναι τὸν χωρισμὸν ποιήσασϑαι, καὶ τροφὴν ἐνϑεμένους πλεῦσαι πλέον ἢ τέτταρας μῆνας: ἐκπεσεῖν δὲ κατὰ 9 εὐωχίαις Wesseling, εὐχαῖς codices 16 σπιϑαμιαίους Reiske, στεφανιαίους codices 19 ϑερμῶν om. D ὂν add. Dind. 22 παρ᾽ αὐτοῖς μείναντας vulg. 26 ποιήσαντας D.