Textus Originalis
266 DIODORI SICULI II 60.
τὴν Ἰνδικὴν εἰς ἄμμους καὶ τεναγώδεις τόπους: καὶ τὸν μὲν ἕτερον αὐτῶν ὑπὸ τοῦ κλύδωνος διαφϑαρῆναι, τὸν δὲ Ἰαμβοῦλον πρός τινα κώμην προσενεχϑέντα ὑπὸ τῶν ἐγχωρίων ἀναχϑῆναι πρὸς τὸν βασιλέα εἰς πόλιν Παλίβοϑρα, πολλῶν ἡμερῶν ὁδὸν ἀπέχουσαν τῆς ϑαλάττης. ὄντος δὲ φιλέλληνος τοῦ βασιλέως καὶ παιδείας ἀντεχομένου, μεγάλης αὐτὸν ἀποδοχῆς καταξιῶσαι: τὸ δὲ τελευταῖον μετά τινος ἀσφαλείας τὸ μὲν πρῶτον εἰς τὴν Περσίδα διελϑεῖν, ὕστερον δὲ εἰς τὴν Ἑλλάδα διασωϑῆναι. ὁ δὲ Ἰαμβοῦλος [οὗτος] ταῦτά τε ἀναγραφῆς ἠξίωσε καὶ περὶ τῶν κατὰ τὴν Ἰνδικὴν οὐκ ὀλίγα συνετάξατο τῶν ἀγνοουμένων παρὰ τοῖς ἄλλοις. ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ τῆς βίβλου γεγενημένην ἐπαγγελίαν τετελεκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον. 5 Παλίβοϑραν F, Πολίβοϑρα CD 11 οὗτος om. E 15 παραγράψομεν II Διοδώρου σικελιώτου βιβλιοϑήκης ἱστορικῆς Β. subscr. D. Τάδε ἔνεστιν ἐν τῇ τρίτῃ τῶν Διοδώρου βίβλων. Περὶ Αἰϑιόπων τῶν ὑπὲρ τῆς Λιβύης καὶ τῶν παρ᾽ αὐτοῖς ἀρχαιολογουμένων. Περὶ τῶν χρυσείων μετάλλων τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς Αἰγύπτου καὶ τῆς κατασκευῆς τοῦ χρυσοῦ. Περὶ τῶν κατοικούντων ἐϑνῶν τὴν παράλιον τὴν παρὰ τὸν Ἀραβικὸν κόλπον καὶ καϑόλου πᾶσαν τὴν παρὰ τὸν ὠκεανὸν μέχρι τῆς Ἰνδικῆς. ἐν δὲ τούτοις δηλοῦται τὰ κατὰ μέρος ἔϑνη τίσι νομίμοις χρῆται καὶ παρὰ τίνας αἰτίας πολλὰ παρ᾽ αὐτοῖς ἱστορεῖται παντελῶς ἐξηλλαγμένα καὶ διὰ τὸ παράδοξον ἀπιστούμενα. Περὶ τῶν κατὰ τὴν Λιβύην ἀρχαιολογουμένων καὶ περὶ Γοργόνων καὶ Ἀμαζονίδων καὶ Ἄμμωνος καὶ Ἄτλαντος ἱστορουμένων. Περὶ τῶν κατὰ τὴν Νῦσαν μυϑολογουμένων, ἐν οἷς ἐστι καὶ περὶ Τιτάνων καὶ Διονύσου καὶ μητρὸς ϑεῶν. 4 ταῖς om. DCF 6 χρυσίου DF 15 νῦσσαν D.