Textus Originalis
BIBLOS TRITH
ΒΙΒΛΟΣ ΤΡΙΤΗ. Τῶν πρὸ ταύτης βίβλων δυοῖν οὐσῶν ἡ μὲν πρώτη περιέχει τὰς κατὰ τὴν Αἴγυπτον πράξεις τῶν ἀρχαίων βασιλέων καὶ τὰ μυϑολογούμενα περὶ τῶν παρ᾽ Αἰγυπτίοις ϑεῶν, πρὸς δὲ τούτοις περὶ τοῦ Νείλου καὶ τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ παντοδαπῶν ζῴων, περί τε τῆς τοποϑεσίας τῆς [οὔσης] Αἰγύπτου καὶ τῶν νομίμων τῶν παρὰ τοῖς ἐγχωρίοις καὶ τῶν δικαστηρίων, ἡ δὲ δευτέρα τὰς κατὰ τὴν Ἀσίαν [καὶ τὰς] ἐν τοῖς ἀρχαίοις συντελεσϑείσας πράξεις ὑπὸ τῶν Ἀσσυρίων, ἐν αἷς ἐστιν ἥ τε Σεμιράμιδος γένεσις καὶ αὔξησις, καϑ᾽ ἣν ἔκτισε μὲν Βαβυλῶνα καὶ πολλὰς ἄλλας πόλεις, ἐστράτευσε δὲ ἐπὶ τὴν Ἰνδικὴν μεγάλαις δυνάμεσιν. ἑξῆς δὲ περὶ τῶν Χαλδαίων καὶ τῆς παρ᾽ αὐτοῖς τῶν ἄστρων παρατηρήσεως, καὶ περὶ τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ παραδόξων, περί τε τῆς Σκυϑῶν βασιλείας καὶ περὶ Ἀμαζόνων, καὶ τὸ τελευταῖον περὶ τῶν Ὑπερβορέων. ἐν δὲ ταύτῃ τὰ συνεχῆ τοῖς προῖστορημένοις προστιϑέντες διέξιμεν περὶ Αἰϑιόπων καὶ τῶν Λιβύων καὶ τῶν ὀνομαζομένων Ἀτλαντίων. 2 βίβλων] τῆς βίβλου D 8 οὔσης del. Reiske (c. 3, 2) 9 τὰς] τὰ fort. 10 καὶ τὰς del. Dind. 19 προιστορισμένοις D, προειρημένοις F 21 Ἀτλαντίδων codices, corr. Dind.