Textus Originalis
III 1. 2. 269
Αἰϑίοπας τοίνυν ἱστοροῦσι πρώτους ἀνϑρώπων ἁπάντων γεγονέναι, καὶ τὰς ἀποδείξεις τούτων ἐμφανεῖς εἶναί φασιν. ὅτι μὲν γὰρ οὐκ ἐπήλυδες ἐλϑόντες, ἀλλ᾽ ἐγγενεῖς ὄντες τῆς χώρας δικαίως αὐτόχϑονες ὀνομάζονται, σχεδὸν παρὰ πᾶσι συμφωνεῖσϑαι: ὅτι δὲ τοὺς ὑπὸ τὴν μεσημβρίαν οἰκοῦντας πιϑανόν ἐστι πρώτους ὑπὸ τῆς γῆς ἐζωογονῆσϑαι, προφανὲς ὑπάρχειν ἅπασι: τῆς γὰρ περὶ τὸν ἥλιον ϑερμασίας ἀναξηραινούσης τὴν γῆν ὑγρὰν οὖσαν ἔτι [δὲ] κατὰ τὴν τῶν ὅλων γένεσιν καὶ ζωογονούσης, εἰκὸς εἶναι τὸν ἐγγυτάτω τόπον ὄντα τοῦ ἡλίου πρῶτον ἐνεγκεῖν φύσεις ἐμψύχους. φασὶ δὲ παρ᾽ αὐτοῖς πρώτοις καταδειχϑῆναι ϑεοὺς τιμᾶν καὶ ϑυσίας ἐπιτελεῖν καὶ πομπὰς καὶ πανηγύρεις καὶ τἄλλα δι᾽ ὧν ἄνϑρωποι τὸ ϑεῖον τιμῶσι: διὸ καὶ τὴν παρ᾽ αὐτοῖς εὐσέβειαν διαβεβοῆσϑαι παρὰ πᾶσιν ἀνϑρώποις, καὶ δοκεῖν τὰς παρ᾽ Αἰϑίοψι ϑυσίας μάλιστ᾽ εἶναι τῷ δαιμονίῳ κεχαρισμένας. μάρτυρα δὲ τούτων παρέχονται τὸν πρεσβύτατον σχεδὸν καὶ μάλιστα τῶν ποιητῶν ϑαυμαζόμενον παρ᾽ Ἕλλησι: τοῦτον γὰρ κατὰ τὴν Ἰλιάδα παρεισάγειν τόν τε Δία καὶ τοὺς ἄλλους μετ᾽ αὐτοῦ ϑεοὺς ἀποδημοῦντας εἰς Αἰϑιοπίαν πρός τε τὰς ϑυσίας τὰς ἀπονεμομένας αὐτοῖς κατ᾽ ἔτος καὶ εὐωχίαν κοινὴν παρὰ τοῖς Αἰϑίοψι, Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ᾽ ἀμύμονας Αἰϑιοπῆας χϑιζὸς ἔβη μετὰ δαῖτα, ϑεοὶ δ᾽ ἅμα πάντες ἕποντο. 6 συμφωνεῖται codices, corr. Wess. 8 ὑπάρχει II. 10 δὲ delevi 24 εὐωδίαν DF παρὰ τοῖς] παρ᾽ αὐτοῖς τοῖς DF.