Textus Originalis
270 DIODORI SICULI
λέγουσι δὲ καὶ τῆς εἰς τὸ ϑεῖον εὐσεβείας φανερῶς αὐτοὺς κομίζεσϑαι τὰς χάριτας, μηδέποτε δεσποτείας ἐπήλυδος πεῖραν λαβόντας: ἐξ αἰῶνος γὰρ ἐν ἐλευϑερίᾳ μεμενηκέναι καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ, πολλῶν μὲν καὶ δυνατῶν ἐστρατευκότων ἐπ᾽ αὐτούς, μηδενὸς δὲ τῆς ἐπιβολῆς καϑικομένου. Καμβύσην μὲν γὰρ μεγάλῃ δυνάμει στρατεύσαντα τήν τε στρατιὰν ἀποβαλεῖν ἅπασαν καὶ αὐτὸν τοῖς ὅλοις κινδυνεῦσαι: Σεμίραμιν δέ, τῷ μεγέϑει τῶν ἐπιβολῶν καὶ πράξεων διωνομασμένην, ἐπὶ βραχὺ τῆς Αἰϑιοπίας προελϑοῦσαν ἀπογνῶναι τὴν ἐπὶ τὸ σύμπαν ἔϑνος στρατείαν: τούς τε περὶ Ἡρακλέα καὶ Διόνυσον ἐπιόντας ἅπασαν τὴν οἰκουμένην μόνους τοὺς Αἰϑίοπας τοὺς ὑπὲρ Αἰγύπτου μὴ καταπολεμῆσαι διά τε τὴν εὐσέβειαν τῶν ἀνδρῶν καὶ τὸ δυσκράτητον τῆς ἐπιβολῆς. φασὶ δὲ καὶ τοὺς Αἰγυπτίους ἑαυτῶν ἀποίκους ὑπάρχειν, Ὀσίριδος ἡγησαμένου τῆς ἀποικίας. καϑόλου γὰρ τὴν νῦν οὖσαν Αἴγυπτον λέγουσιν οὐ χώραν, ἀλλὰ ϑάλατταν γεγονέναι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν: ὕστερον μέντοι τοῦ Νείλου κατὰ τὰς ἀναβάσεις τὴν ἐκ τῆς Αἰϑιοπίας ἰλὺν καταφέροντος ἐκ τοῦ κατ᾽ ὀλίγον προσχωσϑῆναι. ὅτι δ᾽ ἐστὶν αὐτῶν ἡ χώρα πᾶσα ποταμόχωστος ἐναργεστάτην ἔχειν ἀπόδειξιν τὴν γινομένην κατὰ τὰς ἐκβολὰς τοῦ Νείλου: καϑ᾽ ἕκαστον γὰρ ἔτος ἀεὶ νέας ἰλύος ἀϑροιζομένης πρὸς τὰ στόματα τοῦ ποταμοῦ καϑορᾶται τὸ μὲν πέλαγος ἐξωϑούμενον τοῖς προσχώμασιν, ἡ δὲ χώρα τὴν αὔξησιν λαμβάνουσα. τὰ δὲ πλεῖστα τῶν νομίμων 8 συνκινδυνεῦσαι C. 9 τῷ] τῷ τε CF 28 προχώμασιν C.