Textus Originalis

28 DIODORI SICULI

28 DIODORI SICULI

τούτῳ τῷ ϑεῷ μάλιστα πάντες ἄνϑρωποι. τοῦ δὲ κιττοῦ τὴν εὕρεσιν ἀνατιϑέασιν Ὀσίριδι, καὶ καϑιεροῦσιν αὐτὸν τούτῳ τῷ ϑεῷ, καϑάπερ καὶ οἱ Ἕλληνες Διονύσῳ. καὶ κατὰ τὴν Αἰγυπτίων μὲν διάλεκτον ὀνομάζεσϑαί φασι τὸν κιττὸν φυτὸν Ὀσίριδος, προκεκρίσϑαι δὲ τῆς ἀμπέλου τοῦτον πρὸς τὴν ἀφιέρωσιν διὰ τὸ τὴν μὲν φυλλορροεῖν, τὸν δὲ πάντα τὸν χρόνον ἀειϑαλῆ διαμένειν: ὅπερ τοὺς παλαιοὺς καὶ ἐφ᾽ ἑτέρων φυτῶν ἀεὶ ϑαλλόντων πεποιηκέναι, τῇ μὲν Ἀφροδίτῃ τὴν μυρσίνην, τῷ δ᾽ Ἀπόλλωνι τὴν δάφνην προσάψαντας. Τῷ δ᾽ οὖν Ὀσίριδι συνεστρατεῦσϑαι δύο λέγουσιν υἱοὺς Ἀνουβίν τε καὶ Μακεδόνα, διαφέροντας ἀνδρείᾳ. ἀμφοτέρους δὲ χρήσασϑαι τοῖς ἐπισημοτάτοις ὅπλοις ἀπό τινῶν ζῴων οὐκ ἀνοικείων τῇ περὶ αὐτοὺς εὐτολμίᾳ: τὸν μὲν γὰρ Ἄνουβιν περιϑέσϑαι κυνῆν, τὸν δὲ Μακεδόνα λύκου προτομήν: ἀφ᾽ ἧς αἰτίας καὶ τὰ ζῷα ταῦτα τιμηϑῆναι παρὰ τοῖς Αἰγυπτίοις. παραλαβεῖν δ᾽ ἐπὶ τὴν στρατείαν καὶ τὸν Πᾶνα, διαφερόντως ὑπὸ τῶν Αἰγυπτίων τιμώμενον: τούτῳ γὰρ τοὺς ἐγχωρίους οὐ μόνον ἀγάλματα πεποιηκέναι κατὰ πᾶν ἱερόν, ἀλλὰ καὶ πόλιν ἐπώνυμον κατὰ τὴν Θηβαΐδα, καλουμένην μὲν ὑπὸ τῶν ἐγχωρίων Χεμμώ, μεϑερμηνευομένην δὲ Πανὸς πόλιν. συνέπεσϑαι δὲ καὶ τῆς γεωργίας ἐμπειρίαν ἔχοντας, τῆς μὲν περὶ τὴν ἄμπελον φυτείας Μά- 3 καὶ om. C 4 μὲν om. CF 5 φησί D 11 προσάψαντας] τῇ δ᾽ Ἀϑηνᾷ τὴν ἐλαίαν add. F' (c. 16, 2) 14 χρῆσϑαι C 20 τῶν om. CF 24 Χεμμὼ CF', Χέμμιν ἢ Χεμμὼ ceteri 26 καὶ] τοὺς add. CF.