Textus Originalis

III 3. 4. 271

III 3. 4. 271

τοῖς Αἰγυπτίοις ὑπάρχειν Αἰϑιοπικά, τηρουμένης τῆς παλαιᾶς συνηϑείας παρὰ τοῖς ἀποικισϑεῖσι. τό τε γὰρ τοὺς βασιλεῖς ϑεοὺς νομίζειν καὶ τὸ περὶ τὰς ταφὰς μάλιστα σπουδάζειν καὶ πολλὰ τοιαῦϑ᾽ ἕτερα πράττειν Αἰϑιόπων ὑπάρχειν ἐπιτηδεύματα, τάς τε τῶν ἀγαλμάτων ἰδέας καὶ τοὺς τῶν γραμμάτων τύπους Αἰϑιοπικοὺς ὑπάρχειν: διττῶν γὰρ Αἰγυπτίοις ὄντων γραμμάτων, τὰ μὲν δημώδη προσαγορευόμενα πάντας μανϑάνειν, τὰ δ᾽ ἱερὰ καλούμενα παρὰ μὲν τοῖς Αἰγυπτίοις μόνους γινώσκειν τοὺς ἱερεῖς παρὰ τῶν πατέρων ἐν ἀπορρήτοις μανϑάνοντας, παρὰ δὲ τοῖς Αἰϑίοψιν ἅπαντας τούτοις χρῆσϑαι τοῖς τύποις. τά τε συστήματα τῶν ἱερέων παραπλησίαν ἔχειν τάξιν παρ᾽ ἀμφοτέροις τοῖς ἔϑνεσι: καϑαρεύειν γὰρ ἅπαντας τοὺς περὶ τὴν τῶν ϑεῶν ϑεραπείαν ὄντας, ὁμοίως ἐξυρημένους καὶ τὰς στολὰς τὰς αὐτὰς ἔχοντας καὶ τὸν τοῦ σκήπτρου τύπον ἀροτροειδῆ καϑεστῶτα, ὃν ἔχοντας τοὺς βασιλεῖς χρῆσϑαι πίλοις μακροῖς ἐπὶ τοῦ πέρατος ὀμφαλὸν ἔχουσι καὶ περιεσπειραμένοις ὄφεσιν, οὓς καλοῦσιν ἀσπίδας: τοῦτο δὲ τὸ παράσημον ἔοικε συνεμφαίνειν ὅτι τοὺς ἐπιϑέσϑαι τολμήσοντας τῷ βασιλεῖ συμβήσεται ϑανατηφόροις περιπεσεῖν δήγμασι. πολλὰ δὲ καὶ ἄλλα λέγουσι περὶ τῆς αὑτῶν ἀρχαιότητος καὶ τῆς τῶν Αἰγυπτίων ἀποικίας, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν. Περὶ δὲ τῶν Αἰϑιοπικῶν γραμμάτων τῶν παρ᾽ Αἰγυπτίοις καλουμένων ἱερογλυφικῶν ῥητέον, ἵνα 7 διττῶν Stroth, ἰδίων codices 22 τολμήσαντας D 28 ἱερογλυφικῶν om. D