Textus Originalis

272 DIODORI SICULI

272 DIODORI SICULI

μηδὲν παραλίπωμεν τῶν ἀρχαιολογουμένων. συμβέβηκε τοίνυν τοὺς μὲν τύπους ὑπάρχειν αὐτῶν ὁμοίους ζῴοις παντοδαποῖς καὶ ἀκρωτηρίοις ἀνϑρώπων, ἔτι δ᾽ ὀργάνοις, καὶ μάλιστα τεκτονικοῖς: οὐ γὰρ ἐκ τῆς τῶν συλλαβῶν συνϑέσεως ἡ γραμματικὴ παρ᾽ αὐτοῖς τὸν ὑποκείμενον λόγον ἀποδίδωσιν, ἀλλ᾽ ἐξ ἐμφάσεως τῶν μεταγραφομένων καὶ μεταφορᾶς μνήμῃ συνηϑλημένης. γράφουσι γὰρ ἱέρακα καὶ κροκόδειλον, ἔτι δ᾽ ὄφιν καὶ τῶν ἐκ τοῦ σώματος τῶν ἀνϑρώπων ὀφϑαλμὸν καὶ χεῖρα καὶ πρόσωπον καὶ ἕτερα τοιαῦτα. ὁ μὲν οὖν ἱέραξ αὐτοῖς σημαίνει πάντα τὰ ὀξέως γινόμενα, διὰ τὸ τὸ ζῷον τοῦτο τῶν πτηνῶν σχεδὸν ὑπάρχειν ὀξύτατον. μεταφέρεται τε ὁ λόγος ταῖς οἰκείαις μεταφοραῖς εἰς πάντα τὰ ὀξέα καὶ τὰ τούτοις οἰκεῖα παραπλησίως τοῖς εἰρημένοις. ὁ δὲ κροκόδειλος σημαντικός ἐστι πάσης κακίας, ὁ δὲ ὀφϑαλμὸς δίκης τηρητὴς καὶ παντὸς τοῦ σώματος φύλαξ. τῶν δ᾽ ἀκρωτηρίων ἡ μὲν δεξιὰ τοὺς δακτύλους ἐκτεταμένους ἔχουσα σημαίνει βίου πορισμόν, ἡ δ᾽ εὐώνυμος συνηγμένη τήρησιν καὶ φυλακὴν χρημάτων. ὁ δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τύπων τῶν ἐκ τοῦ σώματος καὶ τῶν ὀργανικῶν καὶ τῶν ἄλλων ἁπάντων: ταῖς γὰρ ἐν ἑκάστοις ἐνούσαις ἐμφάσεσι συνακολουϑοῦντες, καὶ μελέτῃ πολυχρονίῳ καὶ μνήμῃ γυμνάζοντες τὰς ψυχάς, ἑκτικῶς ἕκαστα τῶν γεγραμμένων ἀναγινώσκουσι. Τῶν δὲ παρ᾽ Αἰϑίοψι νομίμων οὐκ ὀλίγα δοκεῖ 1 παραλείπωμεν vulg. 9 τῶν Hertlein, τὸν libri 12 τὰ om. CF τὸ τὸ] τὸ vulg. 19 ἔχουσα ἐκτεταμένους D.