Textus Originalis
III 4. 5. 273
πολὺ τῶν παρὰ τοῖς ἄλλοις διαφέρειν, καὶ μάλιστα τὰ περὶ τὴν αἵρεσιν τῶν βασιλέων. οἱ μὲν γὰρ ἱερεῖς ἐξ αὑτῶν τοὺς ἀρίστους προκρίνουσιν, ἐκ δὲ τῶν καταλεχϑέντων, ὃν ἂν ὁ ϑεὸς κωμάζων κατά τινα συνήϑειαν περιφερόμενος λάβῃ, τοῦτον τὸ πλῆϑος αἱρεῖται βασιλέα: εὐθὺς δὲ καὶ προσκυνεῖ καὶ τιμᾷ καϑάπερ ϑεόν, ὡς ὑπὸ τῆς τοῦ δαιμονίου προνοίας ἐγκεχειρισμένης αὐτῷ τῆς ἀρχῆς. ὁ δ᾽ αἱρεϑεὶς διαίτῃ τε χρῆται τῇ τεταγμένῃ κατὰ τοὺς νόμους καὶ τἄλλα πράττει κατὰ τὸ πάτριον ἔϑος, οὔτ᾽ εὐεργεσίαν οὔτε τιμωρίαν ἀπονέμων οὐδενὶ παρὰ τὸ δεδογμένον ἐξ ἀρχῆς παρ᾽ αὐτοῖς νόμιμον. ἔϑος δ᾽ αὐτοῖς ἐστι μηδένα τῶν ὑποτεταγμένων ϑανάτῳ περιβάλλειν, μηδ᾽ ἂν καταδικασϑεὶς ἐπὶ ϑανάτῳ τις φανῇ τιμωρίας ἄξιος, ἀλλὰ πέμπειν τῶν ὑπηρετῶν τινὰ σημεῖον ἔχοντα ϑανάτου πρὸς τὸν παρανενομηκότα: οὗτος δ᾽ ἰδὼν τὸ σύσσημον, καὶ παραχρῆμα εἰς τὴν ἰδίαν οἰκίαν ἀπελϑών, ἑαυτὸν ἐκ τοῦ ζῆν μεϑίστησι. φεύγειν δ᾽ ἐκ τῆς ἰδίας χώρας εἰς τὴν ὅμορον καὶ τῇ μεταστάσει τῆς πατρίδος λύειν τὴν τιμωρίαν, καϑάπερ παρὰ τοῖς Ἕλλησιν, οὐδαμῶς συγκεχώρηται. διὸ καί φασί τινα, τοῦ ϑανατηφόρου σημείου πρὸς αὐτὸν ἀποσταλέντος ὑπὸ τοῦ βασιλέως, ἐπιβαλέσϑαι μὲν ἐκ τῆς Αἰϑιοπίας φεύγειν, αἰσϑομένης δὲ τῆς μητρὸς καὶ τῇ ζώνῃ τὸν τράχηλον αὐτοῦ σφιγγούσης, ταύτῃ μηδὲ καϑ᾽ ἕνα τρόπον τολμῆσαι προσενεγκεῖν τὰς χεῖρας, αὐτὸν δ᾽ ἀγχόμενον καρτερῆσαι μέχρι τῆς τελευτῆς, ἵνα μὴ τοῖς 2 τὰ om. vulg. 3 περιφερόμενος del. Reiske — 15 πέμπει CD 19 δ᾽ ἐκ] δὲ libri 23 σημείου del. Eichst.