Textus Originalis
274 DIODORI SICULI
συγγενέσιν ὀνείδη καταλίπῃ μείζω. πάντων δ᾽ ἐστὶ παραδοξότατον τὸ γινόμενον περὶ τὴν τελευτὴν τῶν βασιλέων. κατὰ γὰρ τὴν Μερόην οἱ περὶ τὰς τῶν ϑεῶν ϑεραπείας τε καὶ τιμὰς διατρίβοντες ἱερεῖς, μεγίστην καὶ κυριωτάτην τάξιν ἔχοντες, ἐπειδὰν ἐπὶ νοῦν αὐτοῖς ἔλϑῃ, πέμπουσιν ἄγγελον πρὸς τὸν βασιλέα, κελεύοντες ἀποϑνήσκειν: τοὺς γὰρ ϑεοὺς αὐτοῖς ταῦτα κεχρηματικέναι, καὶ δεῖν τὸ πρόσταγμα τῶν ἀϑανάτων ὑπὸ ϑνητῆς φύσεως μηδαμῶς παροραϑῆναι. καὶ ἑτέρους δ᾽ ἐπιφϑέγγονται λόγους, οἵους ἂν ἁπλῇ διανοίᾳ προσδέξαιτο φύσις ἀρχαίᾳ μὲν καὶ δυσεξαλείπτῳ συνηϑείᾳ συντεϑραμμένη, λόγον δ᾽ οὐκ ἔχουσα τὸν ἐναντιωσόμενον τοῖς οὐκ ἀναγκαίως προσταττομένοις. κατὰ μὲν οὖν τοὺς ἐπάνω χρόνους ὑπήκουον οἱ βασιλεῖς τοῖς ἱερεῦσιν, οὐχ ὅπλοις οὐδὲ βίᾳ κρατηϑέντες, ἀλλ᾽ ὑπ᾽ αὐτῆς τῆς δεισιδαιμονίας τοὺς λογισμοὺς κατισχυόμενοι: κατὰ δὲ τὸν δεύτερον Πτολεμαῖον ὁ βασιλεὺς τῶν Αἰϑιόπων Ἐργαμένης, μετεσχηκὼς Ἑλληνικῆς ἀγωγῆς καὶ φιλοσοφήσας, πρῶτος ἐϑάρρησε καταφρονῆσαι τοῦ προστάγματος. λαβὼν γὰρ φρόνημα τῆς βασιλείας ἄξιον παρῆλϑε μετὰ [τῶν] στρατιωτῶν εἰς τὸ ἄβατον, οὗ συνέβαινεν εἶναι τὸν χρυσοῦν ναὸν τῶν Αἰϑιόπων, καὶ τοὺς μὲν ἱερεῖς ἀπέσφαξε, τὸ δὲ ἔϑος τοῦτο καταλύσας διωρϑώσατο πρὸς τὴν ἑαυτοῦ προαίρεσιν. Τὸ δὲ περὶ τοὺς φίλους τοῦ βασιλέως νόμιμον, καίπερ ὂν παράδοξον, διαμένειν ἔφασαν ἕως τῶν 11 ἂν add. Dind. 20 φιλοσοφίας fort. 21 πράγματος vulg. 22 τῶν om. D 24 ἱερεῖς] ἅπαντας add. CF.