Textus Originalis

III 6. 7. 8. 275

III 6. 7. 8. 275

καϑ᾽ ἡμᾶς χρόνων. ἔϑος γὰρ ὑπάρχειν λέγουσι τοῖς Αἰϑίοψιν, ἐπὰν ὁ βασιλεὺς μέρος τι τοῦ σώματος πηρωϑῇ δι᾽ ἡνδηποτοῦν αἰτίαν, ἅπαντας τοὺς συνήϑεις συναποβάλλειν τοῦτο κατὰ προαίρεσιν: αἰσχρὸν γὰρ ὑπολαμβάνειν τοῦ βασιλέως πεπηρωμένου τὸ σκέλος ἀρτίποδας εἶναι τοὺς φίλους, καὶ μὴ πάντας ἐν ταῖς ἐξόδοις συνέπεσϑαι χωλοὺς ὁμοίως: ἄτοπον γὰρ εἶναι τὸ συμπενϑεῖν μὲν καὶ [τὸ] συλλυπεῖσϑαι καὶ τῶν ἄλλων ὁμοίως ἀγαϑῶν ἁπάντων τε καὶ κακῶν κοινωνεῖν τὴν βεβαίαν φιλίαν, τῆς δ᾽ εἰς τὸ σῶμα λύπης ἄμοιρον γίνεσϑαι. φασὶ δὲ σύνηϑες εἶναι καὶ τὸ συντελευτᾶν ἑκουσίως τοὺς ἑταίρους τοῖς βασιλεῦσι, καὶ τοῦτον εἶναι τὸν ϑάνατον ἔνδοξον καὶ φιλίας ἀληϑινῆς μάρτυρα. διόπερ μὴ ῥᾳδίως ἐπιβουλὴν γίνεσϑαι παρὰ τοῖς Αἰϑίοψι κατὰ τοῦ βασιλέως, ὡς ἂν τῶν φίλων ἁπάντων ἐπ᾽ ἴσης προνοουμένων τῆς τ᾽ ἐκείνου καὶ τῆς ἰδίας ἀσφαλείας. ταῦτα μὲν οὖν τὰ νόμιμα παρὰ τοῖς Αἰϑίοψίν ἐστι τοῖς τὴν μητρόπολιν αὐτῶν οἰκοῦσι καὶ νεμομένοις τήν τε νῆσον τὴν Μερόην καὶ τὴν χώραν τὴν πλησίον Αἰγύπτου. Ἔστι δὲ καὶ ἄλλα γένη τῶν Αἰϑιόπων παμπληϑῆ, τὰ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν παραποτάμιον τοῦ Νείλου κατοικοῦντα καὶ τὰς ἐν τῷ ποταμῷ νήσους, τὰ δὲ τὴν ὅμορον τῆς Ἀραβίας νεμόμενα, τὰ δ᾽ ἐν τοῖς μεσογείοις τῆς Λιβύης καϑιδρυμένα. οἱ πλεῖστοι δὲ τούτων καὶ μάλισϑ᾽ οἱ παρὰ τὸν ποταμὸν 8 τὸ del. Dind. 9 ἁπάντων ἀγαϑῶν Hertlein 10 βέβαιον D 15 κατὰ τῶν φίλων ὡς ἂν τοῦ βασιλέως καὶ τῶν φίλων ἁπάντων codices, corr. Eichstädt.