Textus Originalis

I 17. 18. 19. 29

I 17. 18. 19. 29

ρωνα, τοῦ δὲ κατὰ τὸν σῖτον σπόρου καὶ τῆς ὅλης συγκομιδῆς Τριπτόλεμον. πάντων δ᾽ εὐτρεπῶν γενομένων τὸν Ὄσιριν, εὐξάμενον τοῖς ϑεοῖς ϑρέψειν τὴν κόμην μέχρι ἂν εἰς Αἴγυπτον ἀνακάμψῃ, τὴν πορείαν ποιεῖσϑαι δι᾽ Αἰϑιοπίας: δι᾽ ἣν αἰτίαν μέχρι τῶν νεωτέρων χρόνων ἐνισχῦσαι τὸ περὶ τῆς κόμης νόμιμον παρ᾽ Αἰγυπτίοις, καὶ τοὺς ποιουμένους τὰς ἀποδημίας μέχρι τῆς εἰς οἶκον ἀνακομιδῆς κομοτροφεῖν. ὄντι δ᾽ αὐτῷ περὶ τὴν Αἰϑιοπίαν ἀχϑῆναι λέγουσι πρὸς αὐτὸν τὸ τῶν Σατύρων γένος, οὕς φασιν ἐπὶ τῆς ὀσφύος ἔχειν κόμας. εἶναι γὰρ τὸν Ὄσιριν φιλογέλωτά τε καὶ χαίροντα μουσικῇ καὶ χοροῖς: διὸ καὶ περιάγεσϑαι πλῆϑος μουσουργῶν, ἐν οἷς παρϑένους ἐννέα δυναμένας ᾄδειν καὶ κατὰ τὰ ἄλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας: τούτων δ᾽ ἡγεῖσϑαι τὸν Ἀπόλλωνα λέγουσιν, ἀφ᾽ οὗ καὶ Μουσηγέτην αὐτὸν ὠνομάσϑαι. τούς τε Σατύρους πρὸς ὄρχησιν καὶ μελῳδίαν καὶ πᾶσαν ἄνεσιν καὶ παιδιὰν ὄντας εὐϑέτους παραληφϑῆναι πρὸς τὴν στρατείαν: οὐ γὰρ πολεμικὸν εἶναι τὸν Ὄσιριν οὐδὲ παρατάξεις συνίστασϑαι καὶ κινδύνους, ἅτε παντὸς ἔϑνους ὡς ϑεὸν ἀποδεχομένου διὰ τὰς εὐεργεσίας. κατὰ δὲ τὴν Αἰϑιοπίαν διδάξαντα τοὺς ἀνϑρώπους τὰ περὶ τὴν γεωργίαν καὶ πόλεις ἀξιολόγους κτίσαντα καταλιπεῖν τοὺς ἐπιμελησομένους τῆς χώρας καὶ φόρους πραξομένους. Τούτων δ᾽ ὄντων περὶ ταῦτα, τὸν Νεῖλόν φασι 12 τε om. D 17 ὠνομάσϑαι αὐτόν D 23 ἀποδεχομένου] αὐτὸν add. F 27 εἰσπραξομένους F.