Textus Originalis

III 15. 16. 287

III 15. 16. 287

σωσιν ἰχϑύων παντοδαπῶν πλῆϑος, μεταφέρουσι τοὺς ληφϑέντας καὶ πάντας ὀπτῶσιν ἐπὶ τῶν πετρῶν τῶν ἐγκεκλιμένων πρὸς μεσημβρίαν. διαπύρου δ᾽ οὐσῶν διὰ τὴν τοῦ καύματος ὑπερβολήν, βραχὺν ἐάσαντες χρόνον στρέφουσι, κἄπειτα τῆς οὐρᾶς λαμβανόμενοι σείουσι τὸν ὅλον ὄγκον. καὶ αἱ μὲν σάρκες ϑρυπτόμεναι διὰ τὴν ϑερμασίαν ἀποπίπτουσιν, αἱ δ᾽ ἄκανϑαι ῥιπτούμεναι πρὸς ἕνα τόπον μέγαν σωρὸν ἀποτελοῦσιν, ἀϑροιζόμεναι χρείας ἕνεκεν περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν. μετὰ δὲ ταῦτα τὰς μὲν σάρκας ἐπί τινος λεωπετρίας κατατιϑέμενοι πατοῦσιν ἐπιμελῶς ἐφ᾽ ἱκανὸν χρόνον καὶ καταμίσγουσι τὸν τοῦ παλιούρου καρπόν: τούτου γὰρ συναναχρωσϑέντος τὸ πᾶν γίνεται χρῆμα κολλῶδες: καὶ δοκεῖ τοῦτο καϑάπερ ἡδύσματος παρ᾽ αὐτοῖς ἔχειν τάξιν. τὸ δὲ τελευταῖον τὸ καλῶς πατηϑὲν εἰς πλινϑίδας παραμήκεις τυποῦντες τιϑέασιν εἰς τὸν ἥλιον: ἃς συμμέτρως ξηρανϑείσας καϑίσαντες κατευωχοῦνται, οὐ μὴν πρὸς μέτρον ἢ σταϑμὸν ἐσϑίοντες, ἀλλὰ πρὸς τὴν ἰδίαν ἑκάστου βούλησιν, τὴν φυσικὴν ὄρεξιν ἔχοντες τῆς ἀπολαύσεως περιγραφήν: ἀνεκλείπτοις γὰρ καὶ διὰ παντὸς ἑτοίμοις χρῶνται ταμιεύμασιν, ὡς ἂν τοῦ Ποσειδῶνος τὸ τῆς Δήμητρος ἔργον μετειληφότος. ἐνίοτε δὲ τηλικοῦτον ἐκ τοῦ πελάγους εἰς τὴν χέρσον κυλινδεῖται κῦμα καὶ τὰς ῥαχίας ἐφ᾽ ἡμέρας πολλὰς κατακλύζει λάβρον, ὥστε μηδένα δύνασϑαι τοῖς τόποις προσεγ- 6 καὶ αἱ μὲν] αἱ μὲν οὖν CF 14 χρῆμα Reiske (c. 23, 1), χρῶμα libri 20 ἕκαστος vel ἕκαστοι Hertlein 22 ἀνεκλείπτως codices, corr. Dind. ἑτοίμως CF 27 λάβρως fort.