Textus Originalis
288 DIODORI SICULI
γίζειν. διόπερ κατὰ τούτους τοὺς καιροὺς σπανίζοντες τροφῆς τὸ μὲν πρῶτον τοὺς κόγχους συλλέγουσι, τηλικούτους τὸ μέγεϑος ὧν εὑρίσκονταί τινες τετραμναῖοι: τὰ μὲν γὰρ κύτη συντρίβουσι λίϑους εὐμεγέϑεις ἐμβάλλοντες, τὴν δ᾽ ἐντὸς σάρκα κατεσϑίουσιν ὠμήν, τῆς γεύσεως οὔσης παρεμφεροῦς τοῖς ὀστρέοις. ἐπὰν δὲ διὰ τὴν συνέχειαν τῶν πνευμάτων ἐπὶ πλείονα χρόνον πλήϑειν συμβαίνῃ τὸν ὠκεανόν, καὶ τὴν εἰωϑυῖαν ϑήραν τῶν ἰχϑύων ἐκκλείσῃ τὸ τῆς περιστάσεως ἀδύνατον, ἐπὶ τοὺς κόγχους, ὡς εἴρηται, τρέπονται. εἰ δὲ ἡ ἐκ τῶν κόγχων τροφὴ σπανίζει, καταφεύγουσιν ἐπὶ τὸν τῶν ἀκανϑῶν σωρόν: ἐκ τούτου γὰρ ἐκλέγοντες τὰς ἐγχύλους καὶ προσφάτους τῶν ἀκανϑῶν διαιροῦσι κατ᾽ ἄρϑρον, καὶ τὰς μὲν αὐτόϑεν τοῖς ὀδοῦσι κατεργάζονται, τὰς δὲ σκληρὰς λίϑοις ϑραύοντες καὶ προϋπεργαζόμενοι κατεσϑίουσι, παραπλησίαν διάϑεσιν ἔχοντες τοῖς φωλεύουσι τῶν ϑηρίων. τῆς μὲν οὖν ξηρᾶς τροφῆς τὸν εἰρημένον τρόπον εὐποροῦσι, τῆς δ᾽ ὑγρᾶς παράδοξον ἔχουσι καὶ παντελῶς ἀπιστουμένην τὴν χρῆσιν. ταῖς μὲν γὰρ ϑήραις προσκαρτεροῦσιν ἐφ᾽ ἡμέρας τέτταρας, εὐωχούμενοι πανδημεὶ μεϑ᾽ ἱλαρότητος καὶ ταῖς ἀνάρϑροις ᾠδαῖς ἀλλήλους ψυχαγωγοῦντες: πρὸς δὲ τούτοις ἐπιμίσγονται τότε ταῖς γυναιξὶν αἷς ἂν τύχωσι παιδοποιίας ἕνεκα, πάσης ἀσχολίας ἀπολελυμένοι διὰ τὴν εὐκοπίαν καὶ τὴν ἑτοιμότητα τῆς τροφῆς. τῇ δὲ 7 δὲ] δὴ Bekker 10 ἐπὶ — 11 εἰ δὲ om. D (cf. Agath. 35) 11 ἡ] ἡ δὲ D 19 σπανίζῃ C 21 καὶ τὴν ἑτοιμότητα om. Agath., del. Reiske.