Textus Originalis
III 16. 17. 289
πέμπτῃ πρὸς τὴν ὑπώρειαν ἐπείγονται πανδημεὶ ποτοῦ χάριν, ἔνϑα συρρύσεις ὑδάτων γλυκέων εἰσί, πρὸς αἷς οἱ νομάδες τὰς ἀγέλας τῶν ϑρεμμάτων ποτίζουσιν. ἡ δὲ ὁδοιπορία τούτων παραπλήσιος γίνεται ταῖς ἀγέλαις τῶν βοῶν, πάντων φωνὴν ἀφιέντων οὐκ ἔναρϑρον, ἀλλ᾽ ἦχον μόνον ἀποτελοῦσαν. τῶν δὲ τέκνων τὰ μὲν νήπια παντελῶς αἱ μητέρες ἐν ταῖς ἀγκάλαις φέρουσι, τὰ δὲ κεχωρισμένα τοῦ γάλακτος οἱ πατέρες, τὰ δ᾽ ὑπὲρ πενταετῆ χρόνον ὄντα προάγει μετὰ τῶν γονέων σὺν παιδιᾷ, πεπληρωμένα χαρᾶς, ὡς ἂν πρὸς τὴν ἡδίστην ἀπόλαυσιν ὁρμώμενα. ἡ γὰρ φύσις αὐτῶν ἀδιάστροφος οὖσα τὴν ἀναπλήρωσιν τῆς ἐνδείας ἡγεῖται μέγιστον ἀγαϑόν, οὐδὲν τῶν ἐπεισάκτων ἡδέων ἐπιζητοῦσα. ὅταν δὲ ταῖς τῶν νομάδων ποτίστραις ἐγγίσωσι καὶ τοῦ ποτοῦ πληρωϑῶσι τὰς κοιλίας, ἐπανέρχονται, μόγις βαδίζοντες διὰ τὸ βάρος. κἀκείνην μὲν τὴν ἡμέραν οὐδενὸς γεύονται, κεῖται δ᾽ ἕκαστος ὑπεργέμων καὶ δύσπνους καὶ τὸ σύνολον παρεμφερὴς τῷ μεϑύοντι. τῇ δ᾽ ἑξῆς ἐπὶ τὴν ἀπὸ τῶν ἰχϑύων πάλιν τροφὴν ἀνακάμπτουσι: καὶ τοῦτον τὸν τρόπον ἡ δίαιτα κυκλεῖται παρ᾽ αὐτοῖς πάντα τὸν τοῦ ζῆν χρόνον. Οἱ μὲν οὖν τὴν παράλιον τὴν ἐντὸς τῶν στενῶν κατοικοῦντες οὕτω βιοῦσι, νόσοις μὲν διὰ τὴν ἁπλότητα τῆς τροφῆς σπανίως περιπίπτοντες, ὀλιγοχρονιώτεροι δὲ πολὺ τῶν παρ᾽ ἡμῖν ὄντες. τοῖς δὲ τὴν ἐκτὸς τοῦ κόλπου παράλιον νεμομένοις πολλῷ 2 γλυκέων ὑδάτων vulg. 7 αἱ μητέρες παντελῶς codices, corr. Reiske 16 πληρώσωσι Dind. 20 ἀπὸ om. D 23 τοῦ στενοῦ D 24 ἁπαλότητα D.