Textus Originalis

290 DIODORI SICULI

290 DIODORI SICULI

τούτων παραδοξότερον εἶναι τὸν βίον συμβέβηκεν, ὡς ἂν ἄδιψον ἐχόντων καὶ ἀπαϑῆ τὴν φύσιν. ἀπὸ γὰρ τῶν οἰκουμένων τόπων εἰς τὴν ἔρημον ὑπὸ τῆς τύχης ἐκτετοπισμένοι τῆς μὲν ἀπὸ τῶν ἰχϑύων ἄγρας εὐποροῦσιν, ὑγρὰν δὲ τροφὴν οὐκ ἐπιζητοῦσι. προσφερόμενοι γὰρ τὸν ἰχϑῦν ἔγχυλον, μικρὰν ἔχοντα τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ὑγρὰν τροφὴν ἐπιζητοῦσιν, ἀλλ᾽ οὐδ᾽ ἔννοιαν ἔχουσι ποτοῦ. στέργουσι δὲ τὴν ἐξ ἀρχῆς δίαιταν ὑπὸ τῆς τύχης αὐτοῖς προσκληρωϑεῖσαν, εὐδαιμονίαν ἡγούμενοι τὴν ἐκ τῆς ἐνδείας αὐτοῦ τοῦ λυποῦντος ὑπεξαίρεσιν. τὸ δὲ πάντων παραδοξότατον, ἀπαϑείᾳ τοσοῦτον ὑπερβάλλουσι πάντας ὥστε μὴ ῥᾳδίως πιστευϑῆναι τὸν λόγον. καίτοι γε πολλοὶ τῶν ἀπ᾽ Αἰγύπτου πλεόντων διὰ τῆς Ἐρυϑρᾶς ϑαλάττης ἔμποροι μέχρι τοῦ νῦν, πολλάκις προσπεπλευκότες πρὸς τὴν τῶν Ἰχϑυοφάγων χώραν, ἐξηγοῦνται σύμφωνα τοῖς ὑφ᾽ ἡμῶν εἰρημένοις περὶ τῶν ἀπαϑῶν ἀνϑρώπων. καὶ ὁ τρίτος δὲ Πτολεμαῖος, ὁ φιλοτιμηϑεὶς περὶ τὴν ϑήραν τῶν ἐλεφάντων τῶν περὶ τὴν χώραν ταύτην ὄντων, ἐξέπεμψεν ἕνα τῶν φίλων, ὄνομα Σιμμίαν, κατασκεψόμενον τὴν χώραν: οὗτος δὲ μετὰ τῆς ἁρμοττούσης χορηγίας ἀποσταλεὶς ἀκριβῶς, ὥς φησιν Ἀγαϑαρχίδης ὁ Κνίδιος ἱστοριογράφος, ἐξήτασε τὰ κατὰ τὴν παραλίαν ἔϑνη. φησὶν οὖν τὸ τῶν ἀπαϑῶν Αἰϑιόπων ἔϑνος τὸ σύνολον ποτῷ μὴ χρῆσϑαι, μηδὲ τὴν φύσιν αὐτῶν ἐπιζητεῖν διὰ τὰς προειρημένας αἰτίας. καϑόλου δ᾽ ἀποφαίνεται μήτ᾽ εἰς σύλλογον 8 ἐπιζητοῦσι ποτοῦ, ἀλλ᾽ ... ἔχουσι codices, corr. Dind. 25 παραλίαν] ἱστορίαν DF; τὴν κατὰ τὰ ἔϑνη ἱστορίαν fort.