Textus Originalis

30 DIODORI SICULI

30 DIODORI SICULI

κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, ἐν ᾧ καιρῷ μάλιστα εἴωϑε πληροῦσϑαι, ῥαγέντα κατακλύσαι πολλὴν τῆς Αἰγύπτου, καὶ μάλιστα τοῦτο τὸ μέρος ἐπελϑεῖν οὗ Προμηϑεὺς εἶχε τὴν ἐπιμέλειαν: διαφϑαρέντων δὲ σχεδὸν ἁπάντων τῶν κατὰ ταύτην τὴν χώραν τὸν Προμηϑέα διὰ τὴν λύπην κινδυνεύειν ἐκλιπεῖν τὸν βίον ἑκουσίως. διὰ δὲ τὴν ὀξύτητα καὶ τὴν βίαν τοῦ κατενεχϑέντος ῥεύματος τὸν μὲν ποταμὸν Ἀετὸν ὀνομασϑῆναι, τὸν δ᾽ Ἡρακλέα, μεγαλεπίβολον ὄντα καὶ τὴν ἀνδρείαν ἐζηλωκότα, τό τε γενόμενον ἔκρηγμα ταχέως ἐμφράξαι καὶ τὸν ποταμὸν ἐπὶ τὴν προϋπάρξασαν ῥύσιν ἀποστρέψαι. διὸ καὶ τῶν παρ᾽ Ἕλλησι ποιητῶν τινας εἰς μῦϑον ἀγαγεῖν τὸ πραχϑέν, ὡς Ἡρακλέους τὸν ἀετὸν ἀνῃρηκότος τὸν τὸ τοῦ Προμηϑέως ἧπαρ ἐσϑίοντα. τὸν δὲ ποταμὸν ἀρχαιότατον μὲν ὄνομα σχεῖν Ὠκεάνην, ὅς ἐστιν ἑλληνιστὶ Ὠκεανός: ἔπειτα διὰ τὸ γενόμενον ἔκρηγμά φασιν Ἀετὸν ὀνομασϑῆναι, ὕστερον δ᾽ Αἴγυπτον ἀπὸ τοῦ βασιλεύσαντος τῆς χώρας προσαγορευϑῆναι: μαρτυρεῖν δὲ καὶ τὸν ποιητὴν λέγοντα στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. κατὰ γὰρ τὴν καλουμένην Θῶνιν ἐμβάλλοντος εἰς ϑάλατταν τοῦ ποταμοῦ, τοῦτον τὸν τόπον ἐμπόριον εἶναι τὸ παλαιὸν τῆς Αἰγύπτου: τελευταίας δὲ τυχεῖν αὐτὸν ἧς νῦν ἔχει προσηγορίας ἀπὸ τοῦ βασιλεύσαντος Νειλέως. τὸν δ᾽ οὖν Ὄσιριν παραγενόμενον ἐπὶ τοὺς τῆς Αἰϑιοπίας ὅρους τὸν ποταμὸν ἐξ 1 ἐν] τοῦ κυνὸς add. D — 5 δὲ om. vulg. 6 τὸν] δὲ add. 14 ἀναγαγεῖν D — 16 τοῦ om. D 16 ὠκεάμην II 21 στῆσε CE 22 Θέωνιν C, Θεώνην F.