Textus Originalis

III 18. 291

III 18. 291

ἔρχεσϑαι πρὸς τοὺς ἀλλοεϑνεῖς, μήτε τὸ ξένον τῆς ὄψεως τῶν προσπλεόντων κινεῖν τοὺς ἐγχωρίους, ἀλλ᾽ ἐμβλέποντας ἀτενῶς ἀπαϑεῖς ἔχειν καὶ ἀκινήτους τὰς αἰσϑήσεις, ὡς [ἂν] μηδενὸς παρόντος. οὔτε γὰρ ξίφος σπασαμένου τινὸς καὶ καταφέροντος ὑπεξέφυγον, οὔϑ᾽ ὕβριν οὐδὲ πληγὰς ὑπομένοντες ἠρεϑίζοντο, τό τε πλῆϑος οὐ συνηγανάκτει τοῖς πάσχουσιν, ἀλλ᾽ ἐνίοτε τέκνων ἢ γυναικῶν σφαττομένων ἐν ὀφϑαλμοῖς ἀπαϑεῖς ταῖς διαϑέσεσιν ἔμενον, οὐδεμίαν ἔμφασιν ὀργῆς ἢ πάλιν ἐλέου διδόντες. καϑόλου δὲ τοῖς ἐκπληκτικωτάτοις δεινοῖς περιπίπτοντες ἠρεμαῖοι διέμενον, βλέποντες μὲν ἀτενῶς εἰς τὰ συντελούμενα, ταῖς δὲ κεφαλαῖς παρ᾽ ἕκαστα διανεύοντες. διὸ καί φασιν αὐτοὺς διαλέκτῳ μὲν μὴ χρῆσϑαι, μιμητικῇ δὲ δηλώσει διὰ τῶν χειρῶν διασημαίνειν ἕκαστα τῶν πρὸς τὴν χρείαν ἀνηκόντων. καὶ τὸ πάντων ϑαυμασιώτατον, φῶκαι τοῖς γένεσι τούτοις συνδιατρίβουσαι ϑήραν ποιοῦνται τῶν ἰχϑύων καϑ᾽ αὑτὰς παραπλησίως ἀνϑρώποις. ὁμοίως δὲ καὶ περὶ τὰς κοίτας καὶ τὴν τῶν γεννηϑέντων ἀσφάλειαν μεγίστῃ πίστει τὰ γένη χρῆσϑαι ταῦτα πρὸς ἄλληλα: χωρὶς γὰρ ἀδικήματος ἀλλοφύλοις ζῴοις ἡ συναναστροφὴ γίνεται μετ᾽ εἰρήνης καὶ πάσης εὐλαβείας. Οὗτος μὲν οὖν ὁ βίος, καίπερ ὢν παράδοξος, ἐκ παλαιῶν χρόνων τετήρηται τοῖς γένεσι τούτοις, εἴτε 4 ἂν delevi 6 οὐδὲ Dindorf, οὔτε libri 8 ἢ] καὶ II ἀποσφαττομένων D 14 φησὶν Schneider 20 κοίτας] καὶ τεκνώσεις add. D, καὶ τὰς καμαροειδεῖς καὶ τεκνώσεις add. C 21 ταῦτα χρῆσϑαι vulg.