Textus Originalis

292 DIODORI SICULI

292 DIODORI SICULI

ἐϑισμῷ διὰ τὸν χρόνον εἴτε ἀναγκαίᾳ χρείᾳ διὰ τὸ κατεπεῖγον ἡρμοσμένος. οἰκήσεσι δὲ τὰ ἔϑνη οὐχ ὁμοίαις χρῆται, πρὸς δὲ τὰς τῆς περιστάσεως ἰδιότητας διηλλαγμέναις ἐμβιοῦσι. τινὲς μὲν γὰρ ἐν σπηλαίοις κατοικοῦσι κεκλιμένοις μάλιστα πρὸς τὰς ἄρκτους, ἐν οἷς καταψύχουσιν ἑαυτοὺς διά τε τὸ βάϑος τῆς σκιᾶς καὶ διὰ τὰς περιπνεούσας αὔρας: τὰ μὲν γὰρ πρὸς μεσημβρίαν νεύοντα, τοῖς ἰπνοῖς παραπλησίαν ἔχοντα τὴν ϑερμασίαν, ἀπρόσιτα τοῖς ἀνϑρώποις ἐστὶ διὰ τὴν τοῦ καύματος ὑπερβολήν. οἱ δὲ τῶν πρὸς ἄρκτον νευόντων σπηλαίων σπανίζοντες ἀϑροίζουσι τὰς πλευρὰς τῶν ἐκ τοῦ πελάγους ἐκπιπτόντων κητῶν: τῆς δὲ τούτων δαψιλείας πολλῆς οὔσης, καταπλέξαντες ἐξ ἑκατέρου μέρους κύρτας πρὸς ἀλλήλας νενευκυίας, τῷ προσφάτῳ φύκει ταύτας διαπλέκουσι. σκεπαζομένης οὖν τῆς καμάρας, ἐν ταύτῃ τὸ βαρύτατον τοῦ καύματος ἀναπαύονται, τῆς κατὰ φύσιν χρείας αὐτοδίδακτον τέχνην ὑφηγουμένης. τρίτος δὲ τρόπος ἐστὶ τοῖς Ἰχϑυοφάγοις τῆς σκηνώσεως τοιοῦτος. ἐλαῖαι φύονται πάνυ πολλαὶ περὶ τοὺς τόπους τούτους, τὰ μὲν περὶ τὴν ῥίζαν ἔχουσαι προσκλυζόμενα τῇ ϑαλάττῃ, πυκναὶ δὲ τοῖς φυλλώμασι, τὸν δὲ καρπὸν ὅμοιον ἔχουσαι τῷ κασταναϊκῷ καρύῳ. ταύτας ἀλλήλαις συμπλέκοντες καὶ συνεχῆ σκιὰν ποιοῦντες ἐναυλίζου- 3 ὁμοίως DF; τοῖς ἰχϑυοφάγοις add. codices, del. Eichstädt 4 διηλλαγμένως D 8 ἰπνοῖς] πυρίπνοις C 9 παραπλησίως D 11 σπηλαίων νευόντων D 13 κητῶν om. D 15 κύρτας] καὶ add. D, καὶ καμαροειδεῖς στέγας add. CE 20 ἐλαῖαι Agath. 48, ἐλάται codices 22 περὶ] πρὸς E 24 κασταναϊκῷ Agath., κασταίνῳ codices.