Textus Originalis
III 19. 293
σαις σκηναῖς ἐμβιοῦσιν: ἅμα γὰρ ἐν γῇ καὶ ϑαλάττῃ διατρίβοντες ἐπιτερπῶς διεξάγουσι, τὸν μὲν ἥλιον φεύγοντες τῇ διὰ τῶν ἀκρεμόνων σκιᾷ, τὸ δὲ φυσικὸν περὶ τοὺς τόπους καῦμα τῇ συνεχεῖ τοῦ κύματος προσκλύσει διορϑούμενοι, ταῖς δὲ περιπνοαῖς τῶν εὐκαίρων ἀνέμων εἰς ῥᾳστώνην ἄγοντες τὰ σώματα. ῥητέον δ᾽ ἡμῖν καὶ περὶ τοῦ τετάρτου μέρους τῆς σκηνώσεως. ἐκ γὰρ τοῦ παντὸς αἰῶνος σεσώρευται τοῦ μνίου φόρτος ἄπλατος, ὄρει παρεμφερής: οὗτος ὑπὸ τῆς συνεχοῦς τοῦ κύματος πληγῆς πεπιλημένος τὴν φύσιν ἔχει στερέμνιον καὶ συμπεπλεγμένην ἅμμῳ. ἐν τούτοις οὖν τοῖς ἀναστήμασιν ὑπονόμους ἀνδρομήκεις ὀρύττοντες, τὸν μὲν κατὰ κορυφὴν τόπον ἐῶσι στέγην, κάτωϑεν δ᾽ αὐλῶνας παραμήκεις καὶ πρὸς ἀλλήλους συντετρημένους κατασκευάζουσιν. ἐν δὲ τούτοις ἀναψύχοντες ἑαυτοὺς ἀλύπους κατασκευάζουσι, καὶ κατὰ τὰς ἐπικλύσεις τῶν κυμάτων ἐκπηδῶντες περὶ τὴν ϑήραν τῶν ἰχϑύων ἀσχολοῦνται: ὅταν δὲ ἄμπωτις γένηται, κατευωχησόμενοι τὰ ληφϑέντα συμφεύγουσι πάλιν εἰς τοὺς προειρημένους αὐλῶνας. τοὺς δὲ τελευτήσαντας ϑάπτουσι κατὰ μὲν τὸν τῆς ἀμπώτεως καιρὸν ἐῶντες ἐρριμμένους, ὅταν δ᾽ ἡ πλημυρὶς ἐπέλϑῃ, ῥίπτουσιν εἰς τὴν ϑάλατταν τὰ σώματα. διὸ καὶ τὴν ἰδίαν ταφὴν τροφὴν τῶν ἰχϑύων ποιούμενοι κυκλούμενον ἰδιοτρόπως τὸν βίον ἔχουσι παρ᾽ ὅλον τὸν αἰῶνα. 1 ἐν] καὶ ἐν D 9 ἄπλετος F 10 καύματος vulg. 19 κατευωχησόμενοι codices, corr. Eich. 22 μὲν Jacobs, μόνον libri.