Textus Originalis

294 DIODORI SICULI

294 DIODORI SICULI

Ἓν δὲ γένος τῶν Ἰχϑυοφάγων τοιαύτας ἔχει τὰς οἰκήσεις ὥστε πολλὴν ἀπορίαν παρέχεσϑαι τοῖς τὰ τοιαῦτα φιλοτιμουμένοις ζητεῖν: ἐν γὰρ ἀποκρήμνοις φάραγξι καϑίδρυνταί τινες, εἰς ἃς ἐξ ἀρχῆς ἦν ἀδύνατον παραβάλλειν τοὺς ἀνϑρώπους, ἄνωϑεν μὲν ἐπεχούσης πέτρας ὑψηλῆς καὶ πανταχόϑεν ἀποτόμου, ἐκ πλαγίων δὲ κρημνῶν ἀπροσίτων ὑφαιρουμένων τὰς παρόδους, τὴν δὲ λοιπὴν πλευρὰν τοῦ πελάγους ὁρίζοντος, ὃ πεζῇ μὲν διελϑεῖν ἀδύνατον, σχεδίαις δὲ οὐ χρῶνται τὸ παράπαν, πλοίων τε τῶν παρ᾽ ἡμῖν ὑπάρχουσιν ἀνεννόητοι. τοιαύτης δὲ ἀπορίας περὶ αὐτοὺς οὔσης, ὑπολείπεται λέγειν αὐτόχϑονας αὐτοὺς ὑπάρχειν, ἀρχὴν μὲν τοῦ πρώτου γένους μηδεμίαν ἐσχηκότας, ἀεὶ δ᾽ ἐξ αἰῶνος γεγονότας, καϑάπερ ἔνιοι τῶν φυσιολόγων περὶ πάντων τῶν φυσιολογουμένων ἀπεφήναντο. ἀλλὰ γὰρ περὶ μὲν τῶν τοιούτων ἀνεφίκτου τῆς ἐπινοίας ἡμῖν οὔσης οὐδὲν κωλύει τοὺς τὰ πλεῖστα ἀποφηναμένους ἐλάχιστα γινώσκειν, ὡς ἂν τῆς ἐν τοῖς λόγοις πιϑανότητος τὴν μὲν ἀκοὴν πειϑούσης, τὴν δ᾽ ἀλήϑειαν οὐδαμῶς εὑρισκούσης. Ῥητέον δ᾽ ἡμῖν καὶ περὶ τῶν καλουμένων Χελωνοφάγων, ὃν τρόπον ἔχουσι τὴν ὅλην διάϑεσιν τοῦ βίου. νῆσοι γάρ εἰσι κατὰ τὸν ὠκεανὸν πλησίον τῆς γῆς κείμεναι, πολλαὶ μὲν τὸ πλῆϑος, μικραὶ δὲ τοῖς μεγέϑεσι καὶ ταπειναί, καρπὸν δὲ οὔϑ᾽ ἥμερον οὔτ᾽ ἄγριον ἔχουσαι. ἐν ταύταις διὰ τὴν πυκνότητα κῦμα μὲν οὐ γίνεται, τοῦ κλύδωνος ϑραυομένου περὶ τὰς 12 ἀπολείπεται C 14 ἐσχηκότος II.