Textus Originalis
III 20. 21. 295
ἄκρας τῶν νήσων, χελωνῶν δὲ ϑαλαττίων πλῆϑος ἐνδιατρίβει περὶ τοὺς τόπους τούτους, πανταχόϑεν καταφεῦγον πρὸς τὴν ἐκ τῆς γαλήνης σκέπην. αὗται δὲ τὰς μὲν νύκτας ἐν βυϑῷ διατρίβουσιν ἀσχολούμεναι περὶ τὴν νομήν, τὰς δ᾽ ἡμέρας εἰς τὴν ἀνὰ μέσον τῶν νήσων ϑάλατταν φοιτῶσαι κοιμῶνται μετέωροι τοῖς κύτεσι πρὸς τὸν ἥλιον, παρεμφερῆ τὴν πρόσοψιν ποιοῦσαι ταῖς κατεστραμμέναις ἀκάτοις: ἐξαίσιοι γὰρ τοῖς μεγέϑεσιν ὑπάρχουσι καὶ τῶν ἐλαχίστων ἁλιάδων οὐκ ἐλάττους. οἱ δὲ τὰς νήσους κατοικοῦντες βάρβαροι κατὰ τοῦτον τὸν καιρὸν ἠρέμα προσνήχονται ταῖς χελώναις: πρὸς ἑκάτερον δὲ μέρος πλησιάσαντες, οἱ μὲν πιέζουσιν, οἱ δ᾽ ἐξαίρουσιν, ἕως ἂν ὕπτιον γένηται τὸ ζῷον. ἔπειϑ᾽ οἱ μὲν ἐξ ἑκατέρου μέρους οἰακίζουσι τὸν ὅλον ὄγκον, ἵνα μὴ στραφὲν τὸ ζῷον καὶ νηξάμενον τῷ τῆς φύσεως βοηϑήματι φύγῃ κατὰ βάϑους, εἷς δ᾽ ἔχων μέρμιϑα μακρὰν καὶ δήσας τῆς οὐρᾶς νήχεται πρὸς τὴν γῆν καὶ προσέλκεται μετάγων τὸ ζῷον ἐπὶ τὴν χέρσον, συμπαρακομιζομένων τῶν ἐξ ἀρχῆς τὴν ἐπίϑεσιν πεποιημένων. ὅταν δ᾽ εἰς τὴν νῆσον ἐκκομίσωσι, τὰ μὲν ἐντὸς πάντα βραχὺν χρόνον ἐν ἡλίῳ παροπτήσαντες κατευωχοῦνται, τοῖς δὲ κύτεσιν οὖσι σκαφοειδέσι χρῶνται πρός τε τὸν εἰς τὴν ἤπειρον διάπλουν, ὃν ποιοῦνται τῆς ὑδρείας ἕνεκεν, καὶ πρὸς τὰς σκηνώσεις, τιϑέντες πρηνεῖς ἐφ᾽ ὑψηλῶν τόπων, ὥστε δοκεῖν τούτοις τὴν φύσιν δεδωρῆσϑαι 6 φοιτῶσαι] φοιτῶσι καὶ D 7 σκύτεσι II (— v. 23) 14 ἂν add. Dind. 18 μέρμινϑα D, μέρινϑα C — 18 τῆς] ἐκ τῆς Hertlein 19 μετάγων] μετάλλων (i. e. μετ᾽ ἄλλων) D.