Textus Originalis
296 DIODORI SICULI
μιᾷ χάριτι πολλὰς χρείας: τὴν γὰρ αὐτὴν αὐτοῖς εἶναι τροφήν, ἀγγεῖον, οἰκίαν, ναῦν. Οὐ μακρὰν δὲ τούτων διεστῶτες νέμονται τὴν παράλιον βάρβαροι βίον ἀνώμαλον ἔχοντες. διατρέφονται γὰρ ἀπὸ τῶν ἐκπιπτόντων εἰς τὴν χέρσον κητῶν, ποτὲ μὲν δαψίλειαν τροφῆς ἔχοντες διὰ τὰ μεγέϑη τῶν εὑρισκομένων ϑηρίων, ποτὲ δὲ διαλειμμάτων γινομένων κακῶς ἀπαλλάττουσιν ὑπὸ τῆς ἐνδείας: καϑ᾽ ὃν δὴ χρόνον ἀναγκάζονται κατεργάζεσϑαι διὰ τὴν σπάνιν τῶν ἀρχαίων ὀστῶν χόνδρους καὶ τὰς ἄκρας τῶν πλευρῶν ἐκφύσεις. Τῶν μὲν οὖν Ἰχϑυοφάγων τὰ γένη τοσαῦτ᾽ ἐστὶ καὶ τοιούτοις χρῶνται βίοις, ὡς ἐν κεφαλαίοις εἰπεῖν. ἡ δὲ κατὰ τὴν Βαβυλωνίαν παράλιος συνάπτει μὲν ἡμέρῳ καὶ καταφύτῳ χώρᾳ, τοσοῦτο δέ ἐστι πλῆϑος τῶν ἰχϑύων τοῖς ἐγχωρίοις ὥστε τοὺς ἀναλίσκοντας μὴ δύνασϑαι ῥᾳδίως περιγενέσϑαι τῆς δαψιλείας. παρὰ γὰρ τοὺς αἰγιαλοὺς ἱστᾶσι καλάμους πυκνοὺς καὶ πρὸς ἀλλήλους διαπεπλεγμένους, ὥστε τὴν πρόσοψιν ὁμοίαν εἶναι δικτύῳ παρὰ ϑάλατταν ἑστηκότι. κατὰ δὲ πᾶν τὸ ἔργον ὑπάρχουσι πυκναὶ ϑύραι, τῇ μὲν πλοκῇ ταρσώδεις, τὰς στροφὰς δ᾽ ἔχουσαι πρὸς τὰς εἰς ἑκάτερα τὰ μέρη κινήσεις εὐλύτους. ταύτας ὁ κλύδων φερόμενος μὲν εἰς τὴν γῆν κατὰ τὸν τῆς πλημυρίδος καιρὸν ἀνοίγει, παλισσυτῶν δὲ κατὰ τὴν ἄμπωτιν ἀποκλείει. διόπερ συμβαίνει καϑ᾽ ἑκάστην ἡμέραν πλημυρούσης μὲν τῆς 1 γὰρ ante χάριτι ponunt CE 8 ἀπὸ II 9 κατεργάσασϑαι vulg. 13 ἐστὶ] εἰσὶ CF κεφαλαίῳ II 16 πλῆϑός ἐστι vulg. 21 τὸ add. Dind. 22 ταρσωταὶ CF.