Textus Originalis

I 19. 20. 31

I 19. 20. 31

ἀμφοτέρων τῶν μερῶν χώμασιν ἀναλαβεῖν, ὥστε κατὰ τὴν πλήρωσιν αὐτοῦ τὴν χώραν μὴ λιμνάζειν παρὰ τὸ συμφέρον, ἀλλὰ διά τινων κατεσκευασμένων ϑυρῶν εἰσαφίεσϑαι τὸ ῥεῦμα πράως καϑ᾽ ὅσον ἂν ᾖ χρεία. ἔπειτα ποιήσασϑαι τὴν πορείαν δι᾽ Ἀραβίας παρὰ τὴν Ἐρυϑρὰν ϑάλατταν ἕως Ἰνδῶν καὶ τοῦ πέρατος τῆς οἰκουμένης. κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς, ἐν αἷς καὶ Νῦσαν ὀνομάσαι, βουλόμενον μνημεῖον ἀπολιπεῖν ἐκείνης καϑ᾽ ἣν ἐτράφη κατ᾽ Αἴγυπτον. φυτεῦσαι δὲ καὶ κιττὸν ἐν τῇ παρ᾽ Ἰνδοῖς Νύσῃ, καὶ διαμένειν τοῦτο τὸ φυτὸν ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τῶν τε κατὰ τὴν Ἰνδικὴν καὶ τὴν ὅμορον χώραν. πολλὰ δὲ καὶ ἄλλα σημεῖα τῆς ἑαυτοῦ παρουσίας ἀπολελοιπέναι κατ᾽ ἐκείνην τὴν χώραν, δι᾽ ὧν προαχϑέντας τοὺς μεταγενεστέρους τῶν Ἰνδῶν ἀμφισβητῆσαι τοῦ ϑεοῦ, λέγοντας Ἰνδὸν εἶναι τὸ γένος. Γενέσϑαι δὲ καὶ περὶ τὴν τῶν ἐλεφάντων ϑήραν, καὶ στήλας πανταχοῦ καταλιπεῖν τῆς ἰδίας στρατείας. ἐπελϑεῖν δὲ καὶ τἄλλα τὰ κατὰ τὴν Ἀσίαν ἔϑνη, καὶ περαιωϑῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην. καὶ κατὰ μὲν τὴν Θρᾴκην Λυκοῦργον τὸν βασιλέα τῶν βαρβάρων ἐναντιούμενον τοῖς ὑπ᾽ αὐτοῦ πραττομένοις ἀποκτεῖναι, Μάρωνα δὲ γηραιὸν ἤδη καϑεστῶτα καταλιπεῖν ἐπιμελητὴν τῶν ἐν ταύτῃ τῇ χώρᾳ φυτευομένων, καὶ κτίστην αὐτὸν ποιῆσαι τῆς ἐπωνύμου πόλεως, ἣν ὀνομάσαι Μα- 8 νύσην D 10 κατ᾽ Αἴγυπτον abundat 16 τοῦ] περὶ τοῦ II — 19 καταλιπεῖν πανταχοῦ vulg. 20 στρατιᾶς καὶ ἐπελϑεῖν D 26 ταύτῃ] αὐτῇ D